Cretan Institutional Inscriptions

Le fonti letterarie

Istituzioni presentate come proprie di specifiche città cretesi

Aptera, Mouseion: St.Byz. s.v. Ἄπτερα

Ἄπτερα· πόλις Κρήτης, ἀπὸ τῆς τῶν Μουσῶν καὶ Σειρήνων ἔριδος, τῆς ἐν τῷ μουσείῳ πλησίον τῆς πόλεως καὶ τῆς θαλάττης τόπῳ τοιῶσδε καλουμένῳ γενομένης, ἐν ᾧ μετὰ τὴν ἐν μουσικῇ νίκην τῶν Μουσῶν αἱ Σειρῆνες δυσφοροῦσαι τὰ πτερὰ τῶν ὤμων ἀπέβαλον καὶ λευκαὶ γενόμεναι εἰς τὴν θάλασσαν ἐνέβαλον ἑαυτάς· ὅθεν ἡ πόλις Ἄπτερα, αἱ δὲ πλησίον νῆσοι Λευκαί.

Axos, basileia: Hdt. IV 154-155

ἔστι τῆς Κρήτης Ὀαξὸς πόλις, ἐν τῇ ἐγένετο Ἐτέαρχος βασιλεύς, ὃς ἐπὶ θυγατρὶ ἀμήτορι τῇ οὔνομα ἦν Φρονίμη, ἐπὶ ταύτῃ ἔγημε ἄλλην γυναῖκα. ἡ δὲ ἐπεσελθοῦσα ἐδικαίου καὶ τῷ ἔργῳ εἶναι μητρυιὴ τῇ Φρονίμῃ, παρέχουσά τε κακὰ καὶ πᾶν ἐπ’ αὐτῇ μηχανωμένη, καὶ τέλος μαχλοσύνην ἐπενείκασά οἱ πείθει τὸν ἄνδρα ταῦτα ἔχειν οὕτω. ὁ δὲ ἀναγνωσθεὶς ὑπὸ τῆς γυναικὸς ἔργον οὐκ ὅσιον ἐμηχανᾶτο ἐπὶ τῇ θυγατρί. ἦν γὰρ δὴ Θεμίσων ἀνὴρ Θηραῖος ἔμπορος ἐν τῇ Ὀαξῷ· τοῦτον ὁ Ἐτέαρχος παραλαβὼν ἐπὶ ξείνια ἐξορκοῖ ἦ μέν οἱ διηκονήσειν ὅ τι ἂν δεηθῇ. ἐπείτε δὴ ἐξώρκωσε, ἀγαγών οἱ παραδιδοῖ τὴν ἑωυτοῦ θυγατέρα καὶ ταύτην ἐκέλευε καταποντῶσαι ἀπαγαγόντα. ὁ δὲ Θεμίσων περιημεκτήσας τῇ ἀπάτῃ τοῦ ὅρκου καὶ διαλυσάμενος τὴν ξεινίην ἐποίεε τοιάδε· παραλαβὼν τὴν παῖδα ἀπέπλεε, ὡς δὲ ἐγίνετο ἐν τῷ πελάγεϊ, ἀποσιούμενος τὴν ἐξόρκωσιν τοῦ Ἐτεάρχου σχοινίοισι αὐτὴν διαδήσας κατῆκε ἐς τὸ πέλαγος, ἀνασπάσας δὲ ἀπίκετο ἐς (155) τὴν Θήρην. ἐνθεῦτεν δὲ τὴν Φρονίμην παραλαβὼν Πολύμνηστος, ἐὼν τῶν Θηραίων ἀνὴρ δόκιμος, ἐπαλλακεύετο.

Biannos, hekatomphonia: St.Byz. s.v. Βίεννος

Βίεννος· πόλις Κρήτης. οἱ μὲν ἀπὸ Βιέννου τοῦ τῶν Κουρήτων ἑνός, οἱ δὲ ἀπὸ τῆς περὶ τὸν· Ἄρη γενομένης βίας, ἣν ἐνταῦθα *** φασὶν ἀπὸ Ὤτου καὶ Ἐφιάλτου τῶν παίδων Ποσειδῶνος, καὶ μέχρι καὶ νῦν τὰ καλούμενα ἑκατομφόνια θύεται τῷ Ἄρει. ὁ πολίτης Βιέννιος· «οἱ δὲ τιμὰς ἀποπέμπειν τῷ τε Μιλίῳ Διὶ καὶ Βιεννίῳ».

Eleutherna, Ametoridai: Ath. XIV 42

ἄλλοι δὲ πρῶτόν φασιν παρ’ Ἐλευθερναίοις κιθαρίσαι τὰς ἐρωτικὰς ᾠδὰς Ἀμήτορα τὸν Ἐλευθερναῖον, οὗ καὶ τοὺς ἀπογόνους Ἀμητορίδας καλεῖσθαι.

Gortyna, cosmo Kydas: Polyb. XXII 15.1

ὅτι κατὰ τὴν Κρήτην, κοσμοῦντος ἐν Γορτύνῃ Κύδα τοῦ Ἀντάλκους, κατὰ πάντα τρόπον ἐλαττούμενοι Γορτύνιοι τοὺς Κνωσίους, ἀποτεμόμενοι τῆς χώρας αὐτῶν τὸ μὲν καλούμενον Λυκάστιον προσένειμαν Ῥαυκίοις, τὸ (δὲ) Διατόνιον Λυττίοις.

Gortyna, Hellotia: Ath. XV 22

Σέλευκος δ’ ἐν ταῖς Γλώσσαις Ἑλλωτίδα καλεῖσθαί φησι τὸν ἐκ μυρρίνης πλεκόμενον στέφανον, ὄντα τὴν περίμετρον πηχῶν κʹ, πομπεύειν τε ἐν τῇ τῶν Ἑλλωτίων ἑορτῇ. φασὶ δ’ ἐν αὐτῷ τὰ τῆς Εὐρώπης ὀστᾶ κομίζεσθαι, ἣν ἐκάλουν Ἑλλωτίδα. ἄγεσθαι δὲ καὶ ἐν Κορίνθῳ τὰ Ἑλλώτια.

Gortyna, Hellotia: Etym. M. s.v. Ἑλλωτία, Ἑλλωτίς

Ἑλλωτία· Ἡ Εὐρώπη τὸ παλαιὸν ἐκαλεῖτο· ἢ ὅτι οἱ Φοίνικες τὴν παρθένον ἑλλωτίαν καλοῦσιν· ἢ παρὰ τὸ ἑλεῖν· ὅτι ὑπὸ ταύρου ἑάλω, κατὰ τὸν μῦθον.

Ἑλλωτίς· Ἀθηνᾶ οὕτω καλουμένη ἐτιμᾶτο ἐν Κορίνθῳ· καὶ ἑορτὴ ἑλλωτία. εἴρηται δὲ Ἑλλωτὶς ἡ θεὸς, ὅτι Βελλεροφόντης τὸν Πήγασον ἵππον ἑλὼν καθ’ ὑποθήκην καὶ συμμαχίαν τῆς Ἀθηνᾶς ἐχαλίνωσε, καὶ ἀπὸ τοῦ ἑλεῖν τὸν ἵππον Ἑλλωτίαν προσηγόρευσεν αὐτὴν, καὶ ἱερὸν αὐτῇ ἱδρύσατο· καὶ τὰ ἑλλώτια, ἑορτή. ἢ ἀπὸ τοῦ πρὸς Μαραθῶνα ἕλους, ἐν ᾧ ἵδρυται. Πίνδαρος ἐπινικίῳ Ξενοφῶντος.

Gortyna, Hellotia: Hsch. s.v. Ἑλλώτια, ἑλλωτίς

Ἑλλώτια· ἑορτὴ Εὐρώπης ἐν Κρήτῃ.

ἑλλωτίς· Εὐρώπης στέφανος πλεκόμενος, πηχῶν εἴκοσι.

Hierapytna, Oleria: St.Byz. s.v. Ὤλερος

Ὤλερος, Κρητικὴ πόλις, περὶ ἧς Ξενίων ἐν Κρητικοῖς φησι «πορρωτέρω δὲ τῆς Ἱεραπύτνης Ὤλερος ἦν πόλις, ἐφ’ ὑψηλοῦ μὲν ᾠκισμένη τόπου». ὁ πολίτης Ὠλέριος, καὶ Ὠλερία Ἀθηνᾶ, τὸ οὐδέτερον Ὠλέριον. φησὶ γὰρ ὁ αὐτός «τῇ δὲ θεῷ ταύτῃ ἑορτὴν ἄγουσιν Ἱεραπύτνιοι, τὴν δ’ ἑορτὴν Ὠλέρια προσαγορεύουσιν».

Knossos, culti eroici: Diod. V 79.4

Μίνῳ δέ φασιν υἱοὺς γενέσθαι Δευκαλίωνά τε καὶ Μόλον· καὶ Δευκαλίωνος μὲν Ἰδομενέα, Μόλου δὲ Μηριόνην ὑπάρξαι. τούτους δὲ ναυσὶν ἐνενήκοντα στρατεῦσαι μετ’ Ἀγαμέμνονος εἰς Ἴλιον, καὶ διασωθέντας εἰς τὴν πατρίδα τελευτῆσαι καὶ ταφῆς ἐπιφανοῦς ἀξιωθῆναι καὶ τιμῶν ἀθανάτων. καὶ τὸν τάφον αὐτῶν ἐν τῇ Κνωσῷ δεικνύουσιν, ἐπιγραφὴν ἔχοντα τοιάνδε, Κνωσίου Ἰδομενῆος ὅρα τάφον. αὐτὰρ ἐγώ τοι πλησίον ἵδρυμαι Μηριόνης ὁ Μόλου. τούτους μὲν οὖν ὡς ἥρωας ἐπιφανεῖς τιμῶσιν οἱ Κρῆτες διαφερόντως, θύοντες καὶ κατὰ τοὺς ἐν τοῖς πολέμοις κινδύνους ἐπικαλούμενοι βοηθούς.

Knossos, ierogamia di Zeus ed Hera: Diod. V 72.4

λέγουσι δὲ καὶ τοὺς γάμους τοῦ τε Διὸς καὶ τῆς Ἥρας ἐν τῇ Κνωσίων χώρᾳ γενέσθαι κατά τινα τόπον πλησίον τοῦ Θήρηνος ποταμοῦ, καθ’ ὃν νῦν ἱερόν ἐστιν, ἐν ᾧ θυσίας κατ’ ἐνιαυτὸν ἁγίους ὑπὸ τῶν ἐγχωρίων συντελεῖσθαι, καὶ τοὺς γάμους ἀπομιμεῖσθαι, καθάπερ ἐξ ἀρχῆς γενέσθαι παρεδόθησαν.

Knossos, riti misterici: Diod. V 77.3-4

περὶ μὲν οὖν τῶν θεῶν οἱ Κρῆτες τῶν παρ’ αὐτοῖς λεγομένων γεννηθῆναι τοιαῦτα μυθολογοῦσι· τὰς δὲ τιμὰς καὶ θυσίας καὶ τὰς περὶ τὰ μυστήρια τελετὰς ἐκ Κρήτης εἰς τοὺς ἄλλους ἀνθρώπους παραδεδόσθαι λέγοντες τοῦτο φέρουσιν, ὡς οἴονται, μέγιστον τεκμήριον· τήν τε γὰρ παρ’ Ἀθηναίοις ἐν Ἐλευσῖνι γινομένην τελετήν, ἐπιφανεστάτην σχεδὸν οὖσαν ἁπασῶν, καὶ τὴν ἐν Σαμοθρᾴκῃ καὶ τὴν ἐν Θρᾴκῃ ἐν τοῖς Κίκοσιν, ὅθεν ὁ καταδείξας Ὀρφεὺς ἦν, μυστικῶς παραδίδοσθαι, κατὰ δὲ τὴν Κρήτην ἐν Κνωσῷ νόμιμον ἐξ ἀρχαίων εἶναι φανερῶς τὰς τελετὰς ταύτας πᾶσι παραδίδοσθαι, καὶ τὰ παρὰ τοῖς ἄλλοις ἐν ἀπορρήτῳ παραδιδόμενα παρ’ αὐτοῖς μηδένα κρύπτειν τῶν βουλομένων τὰ τοιαῦτα γινώσκειν. (4) τῶν γὰρ θεῶν φασι τοὺς πλείστους ἐκ τῆς Κρήτης ὁρμηθέντας ἐπιέναι πολλὰ μέρη τῆς οἰκουμένης, εὐεργετοῦντας τὰ γένη τῶν ἀνθρώπων καὶ μεταδιδόντας ἑκάστοις τῆς ἐκ τῶν ἰδίων εὑρημάτων ὠφελείας.

Kydonia, Klarotai: Ephor. FGrHist 70 F 29 (in Ath. VI 84)

ὁ Ἔφορος δ’ ἐν γʹ ἱστοριῶν· κλαρώτας, φησί, Κρῆτες καλοῦσι τοὺς δούλους ἀπὸ τοῦ γενομένου περὶ αὐτῶν κλήρου. τούτοις δ’ εἰσὶ νενομισμέναι τινὲς ἑορταὶ ἐν Κυδωνίᾳ, ἐν αἷς οὐκ εἰσίασιν εἰς τὴν πόλιν ἐλεύθεροι, ἀλλ’ οἱ δοῦλοι πάντων κρατοῦσι καὶ κύριοι μαστιγοῦν εἰσι τοὺς ἐλευθέρους.

Kydonia e Apollonia, sympoliteia: Polyb. XXVIII 14-15

ὅτι οἱ Κυδωνιᾶται κατὰ τὸν καιρὸν τοῦτον ἐποίησαν πρᾶγμα δεινὸν καὶ παράσπονδον ὁμολογουμένως. καίπερ γὰρ πολλῶν τοιούτων γενομένων κατὰ τὴν Κρήτην, ὅμως ἔδοξεν ὑπεραίρειν τὴν συνήθειαν τὸ τότε γενόμενον. ὑπαρχούσης γὰρ αὐτοῖς οὐ μόνον φιλίας, ἀλλὰ συμπολιτείας πρὸς Ἀπολλωνιάτας καὶ καθόλου κοινωνίας πάντων τῶν ἐν ἀνθρώποις νομιζομένων δικαίων, καὶ περὶ τούτων κειμένης ἐνόρκου συνθήκης παρὰ τὸν Δία τὸν Ἰδαῖον, παρασπονδήσαντες τοὺς Ἀπολλωνιάτας κατελάβοντο τὴν πόλιν καὶ τοὺς μὲν ἄνδρας κατέσφαξαν, τὰ δ᾽ ὑπάρχοντα διήρπασαν, τὰς δὲ γυναῖκας καὶ τὰ τέκνα καὶ τὴν πόλιν καὶ τὴν χώραν διανειμάμενοι κατεῖχον. (15) ὅτι κατὰ τὴν Κρήτην δεδιότες Κυδωνιᾶται τοὺς Γορτυνίους διὰ τὸ καὶ τῷ πρότερον ἔτει παρ᾽ ὀλίγον κεκινδυνευκέναι τῇ πόλει τῶν περὶ Νοθοκράτην ἐπιβαλομένων αὐτὴν κατασχεῖν, ἐξέπεμψαν πρέσβεις πρὸς Εὐμένη, βοήθειαν αἰτούμενοι κατὰ τὴν συμμαχίαν. ὁ δὲ βασιλεὺς προχειρισάμενος Λέοντα καὶ στρατιώτας σὺν τούτῳ τριακοσίους ἐξαπέστειλε κατὰ σπουδήν. ὧν παραγενομένων οἱ Κυδωνιᾶται τάς τε κλεῖς τῶν πυλῶν τῷ Λέοντι παρέδωκαν καὶ καθόλου τὴν πόλιν ἐνεχείρισαν.

Lyttos, andreia/sissizi: Dosiad. FGrHist 458 F 1 (in Ath. IV 22)

περὶ δὲ τῶν Κρητικῶν συσσιτίων Δωσιάδας ἱστορῶν ἐν τῇ τετάρτῃ τῶν Κρητικῶν, γράφει οὕτως· «Οἱ δὲ Λύκτιοι συνάγουσι μὲν τὰ κοινὰ συσσίτια οὕτως. ἕκαστος τῶν γινομένων καρπῶν ἀναφέρει τὴν δεκάτην εἰς τὴν ἑταιρίαν καὶ τὰς τῆς πόλεως προσόδους, ἃς διανέμουσιν οἱ προεστηκότες τῆς πόλεως εἰς τοὺς ἑκάστων οἴκους. τῶν δὲ δούλων ἕκαστος Αἰγιναῖον φέρει στατῆρα κατὰ κεφαλήν. διῄρηνται δ’ οἱ πολῖται πάντες καθ’ ἑταιρίας, καλοῦσι δὲ ταύτας ἀνδρεῖα. τήν τ’ ἐπιμέλειαν ἔχει τοῦ συσσιτίου γυνὴ, τρεῖς ἢ τέτταρας τῶν δημοτικῶν προσειληφυῖα πρὸς τὰς ὑπηρεσίας. ἑκάστῳ δ’ αὐτῶν ἀκολουθοῦσι δύο θεράποντες ξυλοφόροι· καλοῦσι δ’ αὐτοὺς καλοφόρους. εἰσὶ δὲ πανταχοῦ κατὰ τὴν Κρήτην οἶκοι δύο ταῖς συσσιτίαις, ὧν τὸν μὲν καλοῦσιν ἀνδρεῖον, τὸν δ’ ἄλλον, ἐν ᾧ τοὺς ξένους κοιμίζουσι, κοιμητήριον προσαγορεύουσι. κατὰ δὲ τὸν συσσιτικὸν οἶκον πρῶτον μὲν κεῖνται δύο τράπεζαι, ξενικαὶ καλούμεναι, αἷς προκαθίζουσι τῶν ξένων οἱ παρόντες· ἑξῆς δ’ εἰσὶν αἱ τῶν ἄλλων. παρατίθεται δὲ τῶν παρόντων ἴσον μέρος ἑκάστῳ· τοῖς δὲ νεωτέροις ἥμισυ δίδοται κρέως, τῶν δ’ ἄλλων οὐδενὸς ἅπτονται. εἶτα ποτήριον ἐν ἑκάστῃ τραπέζῃ παρατίθεται κεκραμένον ὑδαροῦς· τοῦτο κοινῇ πάντες πίνουσιν οἱ κατὰ τὴν κοινὴν τράπεζαν· καὶ δειπνήσασιν ἄλλο παρατίθεται. τοῖς δὲ παισὶ κοινὸς κέκραται κρατήρ. τοῖς δὲ πρεσβυτέροις, ἐὰν βούλωνται πλεῖον πιεῖν, ἐξουσία δέδοται. ἀπὸ δὲ τῆς τραπέζης τὰ βέλτιστα τῶν παρακειμένων ἡ προεστηκυῖα τῆς συσσιτίας γυνὴ φανερῶς ἀφαιροῦσα, παρατίθησι τοῖς κατὰ τὸν πόλεμον ἢ κατὰ σύνεσιν δεδοξασμένοις. ἀπὸ δὲ τοῦ δείπνου πρῶτον μὲν εἰώθασι βουλεύεσθαι περὶ τῶν κοινῶν, εἶτα μετὰ ταῦτα μέμνηνται τῶν κατὰ πόλεμον πράξεων καὶ τοὺς γενομένους ἄνδρας ἀγαθοὺς ἐπαινοῦσι, προτρεπόμενοι τοὺς νεωτέρους εἰς ἀνδραγαθίαν».

Phaistos, Ekdysia: Ant. Lib. Met. XVII

Λεύκιππος. [ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων βʹ] Γαλάτεια ἡ Εὐρυτίου τοῦ Σπάρτωνος ἐγήματο ἐν Φαιστῷ τῆς Κρήτης Λάμπρῳ τῷ Πανδίονος, ἀνδρὶ τὰ μὲν εἰς γένος εὖ ἔχοντι, βίου δὲ ἐνδεεῖ. οὗτος, ἐπειδὴ ἐγκύμων ἦν ἡ Γαλάτεια, ηὔξατο μὲν ἄρρενα γενέσθαι αὐτῷ παῖδα, προηγόρευσε δὲ τῇ γυναικί, ἐὰν γεννήσῃ κόρην, ἀφανίσαι. καὶ οὗτος μὲν ἀπιὼν ἐποίμαινεν τὰ πρόβατα, τῇ δὲ Γαλατείᾳ θυγάτηρ ἐγένετο. καὶ κατοικτείρασα τὸ βρέφος καὶ τὴν ἐρημίαν τοῦ οἴκου λογισαμένη, συλλαμβανόντων δ’ ἔτι καὶ τῶν ὀνείρων καὶ τῶν μάντεων, οἳ προηγόρευον τὴν κόρην ὡς κόρον ἐκτρέφειν, ἐψεύσατο τὸν Λάμπρον ἄρρεν λέγουσα τεκεῖν καὶ ἐξέτρεφεν ὡς παῖδα κοῦρον ὀνομάσασα Λεύκιππον. ἐπεὶ δὲ ηὔξετο ἡ κόρη καὶ ἐγένετο ἄφατόν τι κάλλος, δείσασα τὸν Λάμπρον ἡ Γαλάτεια, ὡς οὐκ ἐνῆν ἔτι λαθεῖν, κατέφυγεν εἰς τὸ τῆς Λητοῦς ἱερὸν καὶ πλεῖστα τὴν θεὸν ἱκέτευσεν, εἴ πως αὐτῇ κόρος ἡ παῖς ἀντὶ [τῆς] θυγατρὸς δύναιτο γενέσθαι, καθάπερ ὅτε Καινὶς μὲν Ἄτρακος οὖσα θυγάτηρ βουλῇ Ποσειδῶνος ἐγένετο Καινεὺς ὁ Λαπίθης· Τειρεσίας δὲ γυνὴ μὲν ἐξ ἀνδρός, ὅτι τοὺς ἐν τῇ τριόδῳ μιγνυμένους ὄφεις ἐντυχὼν ἀπέκτεινεν, ἐκ δὲ γυναικὸς αὖτις ἀνὴρ ἐγένετο διὰ τὸ δράκοντα πάλιν κτανεῖν· πολλάκις δὲ καὶ Ὑπερμήστραν πιπρασκομένην ἐπὶ γυναικὶ μὲν αἴρεσθαι τῖμον, ἄνδρα δὲ γινομένην Αἴθωνι τροφὴν ἀποφέρειν τῷ πατρί· μεταβαλεῖν δὲ καὶ τὸν Κρῆτα Σιπροίτην, ὅτι κυνηγετῶν λουομένην εἶδεν τὴν Ἄρτεμιν. ἡ δὲ Λητὼ συνεχῶς ὀδυρομένην καὶ ἱκετεύουσαν ᾤκτειρε τὴν Γαλάτειαν καὶ μετέβαλε τὴν φύσιν τῆς παιδὸς εἰς κόρον. ταύτης ἔτι μέμνηνται τῆς μεταβολῆς Φαίστιοι καὶ θύουσι Φυτίῃ Λητοῖ, ἥτις ἔφυσεν μήδεα τῇ κόρῃ, καὶ τὴν ἑορτὴν Ἐκδύσια καλοῦσιν, ἐπεὶ τὸν πέπλον ἡ παῖς ἐξέδυ. νόμιμον δ’ ἐστὶν ἐν τοῖς γάμοις πρότερον παρακλίνεσθαι παρὰ τὸ ἄγαλμα τοῦ Λευκίππου.

Phaistos, Geloion: Sosicr.Hist. FGrHist 461 F 1 (in Ath. VI 79)

Σωσικράτης δ’ ἐν αʹ Κρητικῶν ἴδιόν τί φησι περὶ τοὺς Φαιστίους ὑπάρχειν. δοκοῦσι γὰρ ἀσκεῖν ἐκ παιδαρίων εὐθὺς τὸ γέλοια λέγειν· διὸ καὶ συμβέβηκεν αὐτοὺς ἀποφθέγγεσθαι πολλάκις εὐκαίρως διὰ τὴν ἐξ ἀρχῆς συνήθειαν. ὥστε πάντας τοὺς κατὰ Κρήτην τούτοις ἀνατιθέναι τὸ γέλοιον.

Phaistos, Skotia: Etym. M. s.v. Κυθέρεια

Κυθέρεια· τὴν δὲ Κυθέρειαν νοοῦσι τινὲς, ὡς κρυψίποθον· διὸ καὶ σκοτίας Ἀφροδίτης ἐν Φαιστῷ ἱερὸν εἶναί φασι.

Istituzioni presentate come cretesi

Agela: Plato Leg. 666e-667a

ΑΘ. στρατοπέδου γὰρ πολιτείαν ἔχετε ἀλλ’ οὐκ ἐν ἄστεσι κατῳκηκότων, ἀλλ’ οἷον ἁθρόους πώλους ἐν ἀγέλῃ νεμομένους φορβάδας τοὺς νέους κέκτησθε· λαβὼν δ’ ὑμῶν οὐδεὶς τὸν αὑτοῦ, παρὰ τῶν συννόμων σπάσας σφόδρα ἀγριαίνοντα καὶ ἀγανακτοῦντα, ἱπποκόμον τε ἐπέστησεν ἰδίᾳ καὶ παιδεύει ψήχων τε καὶ ἡμερῶν, καὶ πάντα προσήκοντα ἀποδιδοὺς τῇ παιδοτροφίᾳ ὅθεν οὐ μόνον ἀγαθὸς (667a) ἂν στρατιώτης εἴη, πόλιν δὲ καὶ ἄστη δυνάμενος διοικεῖν, ὃν δὴ κατ’ ἀρχὰς εἴπομεν τῶν Τυρταίου πολεμικῶν εἶναι πολεμικώτερον, τέταρτον ἀρετῆς ἀλλ’ οὐ πρῶτον τὴν ἀνδρείαν κτῆμα τιμῶντα ἀεὶ καὶ πανταχοῦ, ἰδιώταις τε καὶ συμπάσῃ πόλει.

Agela e andreia/sissizi: Heraclid.Lemb. 15 (Arist. fr. var. 611 15)

οἱ παῖδες οἱ ἐν Κρήτῃ μετ’ ἀλλήλων διαιτῶνται ἐν ἱματίῳ θέρους καὶ χειμῶνος. ἀθροίζονται δὲ ἀγέλαι τούτων, καὶ ἀφ’ ἑκάστης ἄρχων γίνεται, ὃν καλοῦσιν ἀγελάτην, καὶ ἀθροίζει αὐτοὺς ὅπου θέλει καὶ ἐπὶ θήραν ἐξάγει. καὶ τὰ πολλὰ κοιμῶνται μετ’ ἀλλήλων. ποιοῦνται δὲ καὶ μάχας κατὰ νόμον πὺξ τὲ καὶ ξύλοις, καὶ ὅταν συμβάλλωνται, αὐλοῦσι τινὲς αὐτοῖς καὶ κιθαρίζουσι. καὶ πρὸς ἀνδρείαν καὶ καρτερίαν ἐθίζονται. γράμματα δὲ μόνον παιδεύονται, καὶ ταῦτα μετρίως. ταῖς δὲ πρὸς τοὺς ἄρρενας ἐρωτικαῖς ὁμιλίαις ἐοίκασι πρῶτον κεχρῆσθαι, καὶ οὐκ αἰσχρὸν παρ’ αὐτοῖς τοῦτο. ὅταν δὲ κρατήσωσιν, ἀπάγουσιν εἰς ὄρος ἢ τοὺς ἑαυτῶν χώρους κἀκεῖ ἑστιῶνται ἡμέρας ξ. πλείους γὰρ οὐκ ἔξεστι. καὶ δίδωσιν ὁ φιλήτωρ ἐσθῆτα καὶ ἄλλα δῶρα καὶ βοῦν. διαιτῶνται δὲ Κρῆτες πάντες καθήμενοι θρόνοις. ἄρχονται δὲ τῶν παρατιθεμένων ἀπὸ τῶν ξένων, μετὰ δὲ τοὺς ξένους τῷ ἄρχοντι διδόασι δ μοίρας, μίαν μὲν ἣν καὶ τοῖς ἄλλοις, δευτέραν δὲ ἀρχικήν, τρίτην δὲ τοῦ οἴκου, τετάρτην δὲ τῶν σκευῶν. καθόλου δὲ πολλὴ φιλανθρωπία τοῖς ξένοις ἐστὶν ἐν Κρήτῃ, καὶ εἰς προεδρίαν καλοῦνται.

Agelaos: Hsch. s.v. ἀγελάους

ἀγελάους· τοὺς ἐφήβους Κρῆτες.

Agora: Hsch. s.v. ἀγορά

ἀγορά· ὄνομα τόπου, ἢ λιμένος· Θετταλοὶ δὲ καὶ τὸν λιμένα ἀγορὰν καλοῦσιν ⟨Κρῆτες δὲ τὴν ἐκκλησίαν⟩.

Ametoridai: Etym. M. s.v. Ἀμήτορας

Ἀμήτορας· Κιθαριστάς· Κρῆτες.

Ametoridai: Hsch. s.v. ἀμητορίδας

ἀμητορίδας· [καθαριστάς] Κρῆτες [ἢ] κιθαριστάς.

Andreia/sissizi: Hsch. s.v. ἀνδρεια

ἀνδρεια· ἰσχύς. καὶ τὰ συσσίτια Κρῆτες.

Andreia/sissizi: Plato Leg. 625c-626c, 842b, 847e-848c

625c-626c: ΑΘ. ταῦτ’ εἴη. καί μοι λέγε· κατὰ τί τὰ συσσίτιά τε ὑμῖν συντέταχεν ὁ νόμος καὶ τὰ γυμνάσια καὶ τὴν τῶν ὅπλων ἕξιν; ΚΛ. οἶμαι μέν, ὦ ξένε, καὶ παντὶ ῥᾴδιον ὑπολαβεῖν εἶναι τά γε ἡμέτερα. τὴν γὰρ τῆς χώρας πάσης Κρήτης φύσιν (625d) ὁρᾶτε ὡς οὐκ ἔστι, καθάπερ ἡ τῶν Θετταλῶν, πεδιάς, διὸ δὴ καὶ τοῖς μὲν ἵπποις ἐκεῖνοι χρῶνται μᾶλλον, δρόμοισιν δὲ ἡμεῖς· ἥδε γὰρ ἀνώμαλος αὖ καὶ πρὸς τὴν τῶν πεζῇ δρόμων ἄσκησιν μᾶλλον σύμμετρος. ἐλαφρὰ δὴ τὰ ὅπλα ἀναγκαῖον ἐν τῷ τοιούτῳ κεκτῆσθαι καὶ μὴ βάρος ἔχοντα θεῖν· τῶν δὴ τόξων καὶ τοξευμάτων ἡ κουφότης ἁρμόττειν δοκεῖ. ταῦτ’ οὖν πρὸς τὸν πόλεμον ἡμῖν ἅπαντα ἐξήρτυται, (625e) καὶ πάνθ’ ὁ νομοθέτης, ὥς γ’ ἐμοὶ φαίνεται, πρὸς τοῦτο βλέπων συνετάττετο· ἐπεὶ καὶ τὰ συσσίτια κινδυνεύει συναγαγεῖν, ὁρῶν ὡς πάντες ὁπόταν στρατεύωνται, τόθ’ ὑπ’ αὐτοῦ τοῦ πράγματος ἀναγκάζονται φυλακῆς αὑτῶν ἕνεκα συσσιτεῖν τοῦτον τὸν χρόνον. ἄνοιαν δή μοι δοκεῖ καταγνῶναι τῶν πολλῶν ὡς οὐ μανθανόντων ὅτι πόλεμος ἀεὶ πᾶσιν διὰ βίου συνεχής ἐστι πρὸς ἁπάσας τὰς πόλεις· εἰ δὴ πολέμου γε ὄντος φυλακῆς ἕνεκα δεῖ συσσιτεῖν καί τινας ἄρχοντας καὶ (626a) ἀρχομένους διακεκοσμημένους εἶναι φύλακας αὐτῶν, τοῦτο καὶ ἐν εἰρήνῃ δραστέον. ἣν γὰρ καλοῦσιν οἱ πλεῖστοι τῶν ἀνθρώπων εἰρήνην, τοῦτ’ εἶναι μόνον ὄνομα, τῷ δ’ ἔργῳ πάσαις πρὸς πάσας τὰς πόλεις ἀεὶ πόλεμον ἀκήρυκτον κατὰ φύσιν εἶναι. καὶ σχεδὸν ἀνευρήσεις, οὕτω σκοπῶν, τὸν Κρητῶν νομοθέτην ὡς εἰς τὸν πόλεμον ἅπαντα δημοσίᾳ καὶ ἰδίᾳ τὰ νόμιμα ἡμῖν ἀποβλέπων συνετάξατο, καὶ κατὰ ταῦτα (626b) οὕτω φυλάττειν παρέδωκε τοὺς νόμους, ὡς τῶν ἄλλων οὐδενὸς οὐδὲν ὄφελος ὂν οὔτε κτημάτων οὔτ’ ἐπιτηδευμάτων, ἂν μὴ τῷ πολέμῳ ἄρα κρατῇ τις, πάντα δὲ τὰ τῶν νικωμένων ἀγαθὰ τῶν νικώντων γίγνεσθαι. ΑΘ. καλῶς γε, ὦ ξένε, φαίνῃ μοι γεγυμνάσθαι πρὸς τὸ διειδέναι τὰ Κρητῶν νόμιμα. τόδε δέ μοι φράζε ἔτι σαφέστερον· ὃν γὰρ ὅρον ἔθου τῆς εὖ πολιτευομένης πόλεως, (626c) δοκεῖς μοι λέγειν οὕτω κεκοσμημένην οἰκεῖν δεῖν, ὥστε πολέμῳ νικᾶν τὰς ἄλλας πόλεις.

842b: ΑΘ. ἀλλὰ μὴν νῦν γε προϊόντες ἤδη σχεδόν ἐσμεν ἐν τῷ κατεσκευάσθαι μὲν συσσίτια - ὅ φαμεν ἄλλοθι μὲν ἂν χαλεπὸν εἶναι, ἐν Κρήτῃ δὲ οὐδεὶς ἄλλως ἂν ὑπολάβοι δεῖν γίγνεσθαι.

847e-848c: τροφῆς δὲ καὶ διανομῆς τῶν ἐκ τῆς χώρας ἐγγὺς τῆς τοῦ Κρητικοῦ νόμου ἔοικεν ὀρθότης ἄν τις γιγνομένη κατὰ τρόπον γίγνεσθαι. δώδεκα μὲν γὰρ δὴ μέρη τὰ πάντα ἐκ τῆς χώρας γιγνόμενα νέμειν χρεὼν πάντας, ᾗπερ καὶ ἀναλωτέα· τὸ δὲ δωδέκατον μέρος ἕκαστον - οἷον πυρῶν καὶ κριθῶν, οἷσιν δὴ καὶ τὰ ἅπαντα ἀκολουθείτω τὰ ἄλλα ὡραῖα (848a) νεμόμενα, καὶ ὅσα ζῷα σύμπαντα πράσιμα ἐν ἑκάστοις ᾖ - τριχῇ διαιρείσθω κατὰ λόγον, ἓν μὲν μέρος τοῖς ἐλευθέροις, ἓν δὲ τοῖς τούτων οἰκέταις· τὸ δὲ τρίτον δημιουργοῖς τε καὶ πάντως τοῖς ξένοις, οἵ τέ τινες αὖ τῶν μετοικούντων ὦσι συνοικοῦντες τροφῆς ἀναγκαίου δεόμενοι, καὶ ὅσοι χρείᾳ τινὶ πόλεως ἤ τινος ἰδιωτῶν εἰσαφικνοῦνται ἑκάστοτε, πάντων τῶν ἀναγκαίων ἀπονεμηθὲν τρίτον μέρος ὤνιον ἐξ ἀνάγκης ἔστω τοῦτο μόνον, τῶν δὲ δύο μερῶν μηδὲν ἐπάναγκες ἔστω (848b) πωλεῖν. πῶς οὖν δὴ ταῦτα ὀρθότατα νέμοιτ’ ἄν; πρῶτον μὲν δῆλον ὅτι τῇ μὲν ἴσα, τῇ δ’ οὐκ ἴσα νέμομεν. ΚΛ. πῶς λέγεις; ΑΘ. χείρω που καὶ βελτίω τούτων ἕκαστα ἀνάγκη φύειν καὶ ἐκτρέφειν τὴν γῆν. ΚΛ. πῶς γὰρ οὔ; ΑΘ. τῷ μὲν τοίνυν τοιούτῳ τῶν μερῶν, τριῶν ὄντων, μηδὲν πλέον ἐχέτω μήτε τοῖς δεσπόταις ἢ δούλοις νεμόμενον, μήτε αὖ τὸ τῶν ξένων, ἀλλὰ τὴν τῆς ὁμοιότητος ἰσότητα ἡ νομὴ (848c) πᾶσιν ἀποδιδότω τὴν αὐτήν· λαβὼν ἕκαστος τῶν πολιτῶν τὰ δύο μέρη κύριος ἔστω τῆς νομῆς δούλοις τε καὶ ἐλευθέροις, ὁπόσ’ ἂν καὶ ὁποῖα βούληται διανέμειν. τὸ δὲ πλέον τούτων μέτροις τε καὶ ἀριθμῷ τῇδε χρὴ διανέμεσθαι· λαβόντα τὸν ἀριθμὸν πάντων τῶν ζῴων οἷς ἐκ τῆς γῆς δεῖ τὴν τροφὴν γίγνεσθαι, διανέμειν.

Andreia/sissizi: Plut. Lyc. XII 1

τὰ δὲ συσσίτια Κρῆτες μὲν ἀνδρεῖα, Λακεδαιμόνιοι δὲ φιδίτια προσαγορεύουσιν, εἴτε ὡς φιλίας καὶ φιλοφροσύνης ὑπαρχόντων, ἀντὶ τοῦ λ τὸ δ λαμβάνοντες, εἴτε ὡς πρὸς εὐτέλειαν καὶ φειδὼ συνεθιζόντων.

Andreia/sissizi: Plut. Quaestiones convivales 714b

διὸ καὶ τὰ πλείστῃ χρησάμενα τῆς Ἑλλάδος εὐνομίᾳ γένη καὶ μάλιστα φιλοχωρήσαντα περὶ τοὺς ἀρχαίους ἐθισμοὺς ἐν οἴνῳ τὰς ἀρχὰς συνεῖχε. τὰ γὰρ παρὰ Κρησὶν Ἀνδρεῖα καλούμενα, παρὰ δὲ Σπαρτιάταις Φιδίτια, βουλευτηρίων ἀπορρήτων καὶ συνεδρίων ἀριστοκρατικῶν τάξιν εἶχεν, ὥσπερ οἶμαι καὶ τὸ ἐνθάδε Πρυτανεῖον καὶ Θεσμοθετεῖον.

Andreia/sissizi: Pyrg. FGrHist 467 F 1 (in Ath. IV 22)

Πυργίων δ’ ἐν τρίτῳ Κρητικῶν Νομίμων «ἐν τοῖς συσσιτίοις (φησὶν) οἱ Κρῆτες καθήμενοι εὐσιτοῦσι·» καὶ ὅτι ἀβαμβάκευτα τοῖς ὀρφανοῖς παρατίθεται· καὶ ὅτι οἱ νεώτατοι αὐτῶν ἐφεστᾶσι διακονοῦντες· καὶ ὅτι μετ’εὐφημίας σπείσαντες τοῖς θεοῖς μερίζουσι τῶν παρατιθεμένων ἅπασιν· ἀπονέμουσι δὲ καὶ τοῖς υἱοῖς, κατὰ τὸν θᾶκον τοῦ πατρὸς ὑφιζάνουσιν, ἐξ ἡμισείας τῶν τοῖς ἀνδράσι παρατιθεμένων. τοὺς δ’ὀρφανοὺς ἰσομερεῖς εἶναι· παρατίθεται δ’αὐτοῖς ἀβαμβάκευτα τῇ κράσει καθ’ ἕκαστα τῶν νενομισμένων. ἦσαν δὲ καὶ ξενικοὶ θᾶκοι καὶ τράπεζα τρίτη δεξιᾶς εἰσιόντων εἰς τὰ ἀνδρεῖα· ἣν ξενίου τε Διὸς ξενίαν τε προσηγόρευον.

Apagelos: Hsch. s.v. ἀπάγελος

ἀπάγελος· ὁ μηδέπω συναγελαζόμενος παῖς, ὁ μέχρι ἐτῶν ἑπτακαίδεκα. Κρῆτες.

Aphamiotai: Hsch. s.v. ἀφαμιῶται

ἀφαμιῶται· οἰκέται ἀγροῖκοι, περίοικοι.

Aphamiotai: Onesicr. FGrHist 134 F 24 (in Strabo XV 1.34)

ἀντὶ δούλων τοῖς ἐν ἀκμῆι χρῆσθαι νέοις, ὡς Κρῆτες μὲν τοῖς Ἀφαμιώταις Λάκωνες δὲ τοῖς Εἴλωσι.

Arpage: Hsch. s.v. Κρῆτα τρόπον

Κρῆτα τρόπον· τὸ παιδικοῖς χρῆσθαι.

Arpage: Plut. De liberis educandis 11e-12a

τοὺς μὲν Θήβησι καὶ τοὺς ἐν Ἤλιδι φευκτέον ἔρωτας καὶ τὸν ἐν Κρήτῃ καλούμενον ἁρπαγμόν, τοὺς δ’ Ἀθήνησι καὶ τοὺς ἐν Λακεδαίμονι ζηλωτέον.

Dekadromos: Hsch. s.v. δεκάδρομοι

δεκάδρομοι· οἱ δέκα ⟨ἔτη⟩ ἐν τοῖς ἀνδράσι ⟨δρόμου μετ⟩εσχηκότες, ὑπὸ Κρητῶν.

Dromaios: Plut. Quaestiones convivales 724c

κούφων δὲ καὶ βαρέων ἀγωνισμάτων ὄντων, πύκτῃ μὲν Ἀπόλλωνι Δελφούς, δρομαίῳ δὲ Κρῆτας ἱστοροῦσι θύειν καὶ Λακεδαιμονίους.

Dromos: Suid. s.v. δρόμοις

Δρόμοις· τοῖς γυμνασίοις κατὰ Κρῆτας.

Epapodromion: Hsch. s.v. ἐπαποδρόμιον

ἐπαποδρόμιον· [ἡ] ἱερεία, παρὰ Κρησίν.

Gymnasia: Plato Rep. 452c

καὶ ὅτε ἤρχοντο τῶν γυμνασίων πρῶτοι μὲν Κρῆτες, ἔπειτα Λακεδαιμόνιοι, ἐξῆν τοῖς τότε ἀστείοις πάντα ταῦτα κωμῳδεῖν.

Hermaia: Caryst. FGrHist IV 356 F 13 (in Ath. XIV 44)

περιηνέχθησαν ἡμῖν καὶ αἱ δεύτεραι καλούμεναι τράπεζαι, πολλάκις ἡμῖν διδόμεναι οὐ μόνον ταῖς τῶν Κρονίων ἡμέραις, ἐν αἷς Ῥωμαίων παισὶν ἔθος ἐστὶν ἑστιᾶν τοὺς οἰκέτας, αὐτοὺς τὰς τῶν οἰκετῶν ἀναδεχομένους λειτουργίας. Ἑλληνικὸν δὲ τοῦτο τὸ ἔθος. Ἐν Κρήτῃ γοῦν τῇ τῶν Ἑρμαίων ἑορτῇ τὸ ὅμοιον γίνεται, ὥς φησι Καρύστιος ἐν Ἱστορικοῖς ὑπομνήμασιν. εὐωχουμένων γὰρ τῶν οἰκετῶν οἱ δεσπόται ὑπηρετοῦσιν πρὸς τὰς διακονίας.

Hesmos: Hsch. s.v. *ἑσμός

*ἑσμός· ὄχλος [δεσμός.] πλῆθος Σ. [Κρῆτες].

Inacheia: Hsch. s.v. Ἰνάχεια

Ἰνάχεια· ἑορτὴ Λευκοθέας ἐν †Κρήτεσιν, ἀπὸ Ἰνάχου.

Klarotai: Callistr.Hist. FGrHist 348 F 4 (in Ath. VI 84)

λέγει δὲ καὶ Καλλίστρατος ὁ Ἀριστοφάνειος, ὅτι τοὺς Μαριανδυνοὺς ὠνόμαζον μὲν δωροφόρους ἀφαιροῦντες τὸ πικρὸν τῆς [ἀπὸ] τῶν οἰκετῶν προσηγορίας, καθάπερ Σπαρτιᾶται μὲν ἐποίησαν ἐπὶ τῶν εἱλώτων, Θετταλοὶ δ’ ἐπὶ τῶν πενεστῶν, Κρῆτες δ’ ἐπὶ τῶν κλαρωτῶν. καλοῦσι δὲ οἱ Κρῆτες τοὺς μὲν κατὰ πόλιν οἰκέτας χρυσωνήτους, ἀμφαμιώτας δὲ τοὺς κατ’ ἀγρὸν ἐγχωρίους μὲν ὄντας, δουλωθέντας δὲ κατὰ πόλεμον· διὰ τὸ κληρωθῆναι δὲ κλαρώτας. ὁ Ἔφορος δ’ ἐν γʹ ἱστοριῶν· κλαρώτας, φησί, Κρῆτες καλοῦσι τοὺς δούλους ἀπὸ τοῦ γενομένου περὶ αὐτῶν κλήρου. τούτοις δ’ εἰσὶ νενομισμέναι τινὲς ἑορταὶ ἐν Κυδωνίᾳ, ἐν αἷς οὐκ εἰσίασιν εἰς τὴν πόλιν ἐλεύθεροι, ἀλλ’ οἱ δοῦλοι πάντων κρατοῦσι καὶ κύριοι μαστιγοῦν εἰσι τοὺς ἐλευθέρους.

Klarotai: Etym. M. s.v. Πενέσται

Πενέσται· Οἱ δοῦλοι τῶν Θετταλῶν, ὡς οἱ τῶν Λακεδαιμονίων εἵλωτες, καὶ τῶν Κρητῶν κλαρόται.

Klarotai: Phot. s.v. καλλικύριοι (Arist. fr. var. 586)

καλλικύριοι· ὅμοιοι τοῖς παρὰ Λακεδαιμονίοις εἵλωσι καὶ παρὰ Θεσσαλοῖς πενέσταις καὶ παρὰ Κρησὶ κλαρώταις.

Klarotai: Suid. s.v. καλλικύριοι

καλλικύριοι· ὅμοιοι τοῖς Λακεδαιμονίων Εἵλωσι καὶ παρὰ Θεσσαλοῖς Πενέσταις καὶ παρὰ Κρησὶν Ἠλαρόταις.

Klarotai e Mnoitai: Poll. III 83

περὶ τῶν κατὰ χώρας θεραπόντων. μεταξὺ δὲ ἐλευθέρων καὶ δούλων οἱ Λακεδαιμονίων Εἵλωτες, καὶ Θετταλῶν Πενέσται, καὶ Κρητῶν Κλαρῶται, καὶ Μνωῖται.

Kretike politeia: Arist. Et. Nic. 1102a

δοκεῖ δὲ καὶ ὁ κατ’ ἀλήθειαν πολιτικὸς περὶ ταύτην μάλιστα πεπονῆσθαι· βούλεται γὰρ τοὺς πολίτας ἀγαθοὺς ποιεῖν καὶ τῶν νόμων ὑπηκόους. παράδειγμα δὲ τούτων ἔχομεν τοὺς Κρητῶν καὶ Λακεδαιμονίων νομοθέτας, καὶ εἴ τινες ἕτεροι τοιοῦτοι γεγένηνται. εἰ δὲ τῆς πολιτικῆς ἐστὶν ἡ σκέψις αὕτη, δῆλον ὅτι γίνοιτ’ ἂν ἡ ζήτησις κατὰ τὴν ἐξ ἀρχῆς προαίρεσιν.

Kretike politeia: Arist. Pol. II 1263b-1264a, 1269a-b, 1271a, 1271b-1273a, 1273b; VII 1324b, 1329a-b

1263b-1264a: ἀλλὰ δεῖ πλῆθος ὄν, ὥσπερ εἴρηται πρότερον, διὰ τὴν παιδείαν κοινὴν καὶ μίαν ποιεῖν· καὶ τόν γε μέλλοντα παιδείαν εἰσάγειν καὶ νομίζοντα διὰ ταύτης ἔσεσθαι τὴν πόλιν σπουδαίαν ἄτοπον τοῖς τοιούτοις οἴεσθαι διορθοῦν, ἀλλὰ μὴ τοῖς ἔθεσι καὶ τῇ φιλοσοφίᾳ καὶ τοῖς νόμοις, ὥσπερ τὰ περὶ τὰς κτήσεις ἐν Λακεδαίμονι καὶ Κρήτῃ τοῖς συσσιτίοις ὁ (1264a) νομοθέτης ἐκοίνωσε. δεῖ δὲ μηδὲ τοῦτο αὐτὸ ἀγνοεῖν, ὅτι χρὴ προσέχειν τῷ πολλῷ χρόνῳ καὶ τοῖς πολλοῖς ἔτεσιν, ἐν οἷς οὐκ ἂν ἔλαθεν, εἰ ταῦτα καλῶς εἶχεν· πάντα γὰρ σχεδὸν εὕρηται μέν, ἀλλὰ τὰ μὲν οὐ συνῆκται, τοῖς δ’ οὐ χρῶνται γινώσκοντες. μάλιστα δ’ ἂν γένοιτο φανερὸν εἴ τις τοῖς ἔργοις ἴδοι τὴν τοιαύτην πολιτείαν κατασκευαζομένην· οὐ γὰρ δυνήσεται μὴ μερίζων αὐτὰ καὶ χωρίζων ποιῆσαι τὴν πόλιν, τὰ μὲν εἰς συσσίτια τὰ δὲ εἰς φατρίας καὶ φυλάς. ὥστε οὐδὲν ἄλλο συμβήσεται νενομοθετημένον πλὴν μὴ γεωργεῖν τοὺς φύλακας· ὅπερ καὶ νῦν Λακεδαιμόνιοι ποιεῖν ἐπιχειροῦσιν. οὐ μὴν ἀλλ’ οὐδὲ ὁ τρόπος τῆς ὅλης πολιτείας τίς ἔσται τοῖς κοινωνοῦσιν, οὔτ’ εἴρηκεν ὁ Σωκράτης οὔτε ῥᾴδιον εἰπεῖν. καίτοι σχεδὸν τό γε πλῆθος τῆς πόλεως τὸ τῶν ἄλλων πολιτῶν γίνεται πλῆθος, περὶ ὧν οὐδὲν διώρισται, πότερον καὶ τοῖς γεωργοῖς κοινὰς εἶναι δεῖ τὰς κτήσεις ἢ καθ’ ἕκαστον ἰδίας, ἔτι δὲ καὶ γυναῖκας καὶ παῖδας ἰδίους ἢ κοινούς. εἰ μὲν γὰρ τὸν αὐτὸν τρόπον κοινὰ πάντα πάντων, τί διοίσουσιν οὗτοι ἐκείνων τῶν φυλάκων; ἢ τί πλεῖον τοῖς ὑπομένουσι τὴν ἀρχὴν αὐτῶν, ἢ τί μαθόντες ὑπομενοῦσι τὴν ἀρχήν, ἐὰν μή τι σοφίζωνται τοιοῦτον οἷον Κρῆτες; ἐκεῖνοι γὰρ τἆλλα ταὐτὰ τοῖς δούλοις ἐφέντες μόνον ἀπειρήκασι τὰ γυμνάσια καὶ τὴν τῶν ὅπλων κτῆσιν.

1269a-b: περὶ δὲ τῆς Λακεδαιμονίων πολιτείας καὶ τῆς Κρητικῆς, σχεδὸν δὲ καὶ περὶ τῶν ἄλλων πολιτειῶν, δύο εἰσὶν αἱ σκέψεις, μία μὲν εἴ τι καλῶς ἢ μὴ καλῶς πρὸς τὴν ἀρίστην νενομοθέτηται τάξιν, ἑτέρα δ’ εἴ τι πρὸς τὴν ὑπόθεσιν καὶ τὸν τρόπον ὑπεναντίως τῆς προκειμένης αὐτοῖς πολιτείας. ὅτι μὲν οὖν δεῖ τῇ μελλούσῃ καλῶς πολιτεύεσθαι τὴν τῶν ἀναγκαίων ὑπάρχειν σχολήν, ὁμολογούμενόν ἐστιν· τίνα δὲ τρόπον ὑπάρχειν, οὐ ῥᾴδιον λαβεῖν. ἥ τε γὰρ Θετταλῶν πενεστεία πολλάκις ἐπέθετο τοῖς Θετταλοῖς, ὁμοίως δὲ καὶ τοῖς Λάκωσιν οἱ εἵλωτες (ὥσπερ γὰρ ἐφεδρεύοντες τοῖς ἀτυχήμασι διατελοῦσιν)· περὶ δὲ τοὺς Κρῆτας οὐδέν πω τοιοῦτον συμβέβηκεν. αἴτιον δ’ ἴσως τὸ τὰς γειτνιώσας πόλεις, (1269b) καίπερ πολεμούσας ἀλλήλαις, μηδεμίαν εἶναι σύμμαχον τοῖς ἀφισταμένοις διὰ τὸ μὴ συμφέρειν ⟨ταῖς⟩ καὶ αὐταῖς κεκτημέναις περιοίκους.

1271a: οὐ καλῶς δ’ οὐδὲ περὶ τὰ συσσίτια τὰ καλούμενα φιδίτια νενομοθέτηται τῷ καταστήσαντι πρῶτον. ἔδει γὰρ ἀπὸ κοινοῦ μᾶλλον εἶναι τὴν σύνοδον, καθάπερ ἐν Κρήτῃ.

1271b-1273a: ἡ δὲ Κρητικὴ πολιτεία πάρεγγυς μέν ἐστι ταύτης, ἔχει δὲ μικρὰ μὲν οὐ χεῖρον, τὸ δὲ πλεῖον ἧττον γλαφυρῶς. καὶ γὰρ ἔοικε καὶ λέγεταί γε τὰ πλεῖστα μεμιμῆσθαι τὴν Κρητικὴν πολιτείαν ἡ τῶν Λακώνων· τὰ δὲ πλεῖστα τῶν ἀρχαίων ἧττον διήρθρωται τῶν νεωτέρων. φασὶ γὰρ τὸν Λυκοῦργον, ὅτε τὴν ἐπιτροπείαν τὴν Χαρίλλου τοῦ βασιλέως καταλιπὼν ἀπεδήμησεν, τότε τὸν πλεῖστον διατρῖψαι χρόνον περὶ Κρήτην διὰ τὴν συγγένειαν· ἄποικοι γὰρ οἱ Λύκτιοι τῶν Λακώνων ἦσαν, κατέλαβον δ’ οἱ πρὸς τὴν ἀποικίαν ἐλθόντες τὴν τάξιν τῶν νόμων ὑπάρχουσαν ἐν τοῖς τότε κατοικοῦσιν. διὸ καὶ νῦν οἱ περίοικοι τὸν αὐτὸν τρόπον χρῶνται αὐτοῖς, ὡς κατασκευάσαντος Μίνω πρώτου τὴν τάξιν τῶν νόμων. δοκεῖ δ’ ἡ νῆσος καὶ πρὸς τὴν ἀρχὴν τὴν Ἑλληνικὴν πεφυκέναι καὶ κεῖσθαι καλῶς· πάσῃ γὰρ ἐπίκειται τῇ θαλάττῃ, σχεδὸν τῶν Ἑλλήνων ἱδρυμένων περὶ τὴν θάλατταν πάντων· ἀπέχει γὰρ τῇ μὲν τῆς Πελοποννήσου μικρόν, τῇ δὲ τῆς Ἀσίας τοῦ περὶ Τριόπιον τόπου καὶ Ῥόδου. διὸ καὶ τὴν τῆς θαλάττης ἀρχὴν κατέσχεν ὁ Μίνως, καὶ τὰς νήσους τὰς μὲν ἐχειρώσατο τὰς δ’ ᾤκισεν, τέλος δὲ ἐπιθέμενος τῇ Σικελίᾳ τὸν βίον ἐτελεύτησεν ἐκεῖ περὶ Καμικόν. ἔχει δ’ ἀνάλογον ἡ Κρητικὴ τάξις πρὸς τὴν Λακωνικήν. γεωργοῦσί τε γὰρ τοῖς μὲν εἵλωτες (1272a) τοῖς δὲ Κρησὶν οἱ περίοικοι, καὶ συσσίτια παρ’ ἀμφοτέροις ἔστιν, καὶ τό γε ἀρχαῖον ἐκάλουν οἱ Λάκωνες οὐ φιδίτια ἀλλὰ ἀνδρεῖα, καθάπερ οἱ Κρῆτες, ᾗ καὶ δῆλον ὅτι ἐκεῖθεν ἐλήλυθεν. ἔτι δὲ τῆς πολιτείας ἡ τάξις. οἱ μὲν γὰρ ἔφοροι τὴν αὐτὴν ἔχουσι δύναμιν τοῖς ἐν τῇ Κρήτῃ καλουμένοις κόσμοις, πλὴν οἱ μὲν ἔφοροι πέντε τὸν ἀριθμὸν οἱ δὲ κόσμοι δέκα εἰσίν· οἱ δὲ γέροντες τοῖς γέρουσιν, οὓς καλοῦσιν οἱ Κρῆτες βουλήν, ἴσοι· βασιλεία δὲ πρότερον μὲν ἦν, εἶτα κατέλυσαν οἱ Κρῆτες, καὶ τὴν ἡγεμονίαν οἱ κόσμοι τὴν κατὰ πόλεμον ἔχουσιν· ἐκκλησίας δὲ μετέχουσι πάντες, κυρία δ’ οὐδενός ἐστιν ἀλλ’ ἢ συνεπιψηφίσαι τὰ δόξαντα τοῖς γέρουσι καὶ τοῖς κόσμοις. τὰ μὲν οὖν τῶν συσσιτίων ἔχει βέλτιον τοῖς Κρησὶν ἢ τοῖς Λάκωσιν. ἐν μὲν γὰρ Λακεδαίμονι κατὰ κεφαλὴν ἕκαστος εἰσφέρει τὸ τεταγμένον, εἰ δὲ μή, μετέχειν νόμος κωλύει τῆς πολιτείας, καθάπερ εἴρηται καὶ πρότερον, ἐν δὲ Κρήτῃ κοινοτέρως· ἀπὸ πάντων γὰρ τῶν γινομένων καρπῶν τε καὶ βοσκημάτων δημοσίων, καὶ ἐκ τῶν φόρων οὓς φέρουσιν οἱ περίοικοι, τέτακται μέρος τὸ μὲν πρὸς τοὺς θεοὺς καὶ τὰς κοινὰς λειτουργίας, τὸ δὲ τοῖς συσσιτίοις, ὥστ’ ἐκ κοινοῦ τρέφεσθαι πάντας, καὶ γυναῖκας καὶ παῖδας καὶ ἄνδρας· πρὸς δὲ τὴν ὀλιγοσιτίαν ὡς ὠφέλιμον πολλὰ πεφιλοσόφηκεν ὁ νομοθέτης, καὶ πρὸς τὴν διάζευξιν τῶν γυναικῶν, ἵνα μὴ πολυτεκνῶσι, τὴν πρὸς τοὺς ἄρρενας ποιήσας ὁμιλίαν, περὶ ἧς εἰ φαύλως ἢ μὴ φαύλως, ἕτερος ἔσται τοῦ διασκέψασθαι καιρός. ὅτι δὴ τὰ περὶ τὰ συσσίτια βέλτιον τέτακται τοῖς Κρησὶν ἢ τοῖς Λάκωσι, φανερόν· τὰ δὲ περὶ τοὺς κόσμους ἔτι χεῖρον τῶν ἐφόρων. ὃ μὲν γὰρ ἔχει κακὸν τὸ τῶν ἐφόρων ἀρχεῖον, ὑπάρχει καὶ τούτοις (γίνονται γὰρ οἱ τυχόντες), ὃ δ’ ἐκεῖ συμφέρει πρὸς τὴν πολιτείαν, ἐνταῦθ’ οὐκ ἔστιν. ἐκεῖ μὲν γάρ, διὰ τὸ τὴν αἵρεσιν ἐκ πάντων εἶναι, μετέχων ὁ δῆμος τῆς μεγίστης ἀρχῆς βούλεται μένειν τὴν πολιτείαν· ἐνταῦθα δ’ οὐκ ἐξ ἁπάντων αἱροῦνται τοὺς κόσμους ἀλλ’ ἐκ τινῶν γενῶν, καὶ τοὺς γέροντας ἐκ τῶν κεκοσμηκότων, περὶ ὧν τοὺς αὐτοὺς ἄν τις εἴπειε λόγους καὶ περὶ τῶν ἐν Λακεδαίμονι γινομένων (τὸ γὰρ ἀνυπεύθυνον καὶ τὸ διὰ βίου μεῖζόν ἐστι γέρας τῆς ἀξίας αὐτοῖς, καὶ τὸ μὴ κατὰ γράμματα ἄρχειν ἀλλ’ αὐτογνώμονας ἐπισφαλές). τὸ δ’ ἡσυχάζειν μὴ μετέχοντα τὸν δῆμον οὐδὲν σημεῖον τοῦ τετάχθαι καλῶς. οὐδὲν γὰρ λῆμμα ἔστι τοῖς κόσμοις ὥσπερ τοῖς ἐφόροις, πόρρω γ’ (1272b) ἀποικοῦσιν ἐν νήσῳ τῶν διαφθερούντων. ἣν δὲ ποιοῦνται τῆς ἁμαρτίας ταύτης ἰατρείαν, ἄτοπος καὶ οὐ πολιτικὴ ἀλλὰ δυναστευτική. πολλάκις γὰρ ἐκβάλλουσι συστάντες τινὲς τοὺς κόσμους ἢ τῶν συναρχόντων αὐτῶν ἢ τῶν ἰδιωτῶν· ἔξεστι δὲ καὶ μεταξὺ τοῖς κόσμοις ἀπειπεῖν τὴν ἀρχήν. ταῦτα δὴ πάντα βέλτιον γίνεσθαι κατὰ νόμον ἢ κατ’ ἀνθρώπων βούλησιν· οὐ γὰρ ἀσφαλὴς ὁ κανών. πάντων δὲ φαυλότατον τὸ τῆς ἀκοσμίας τῶν δυνατῶν, ἣν καθιστᾶσι πολλάκις ὅταν μὴ δίκας βούλωνται δοῦναι· ᾗ καὶ δῆλον ὡς ἔχει τι πολιτείας ἡ τάξις, ἀλλ’ οὐ πολιτεία ἐστὶν ἀλλὰ δυναστεία μᾶλλον. εἰώθασι δὲ διαλαμβάνοντες τὸν δῆμον καὶ τοὺς φίλους ἀναρχίαν ποιεῖν καὶ στασιάζειν καὶ μάχεσθαι πρὸς ἀλλήλους· καίτοι τί διαφέρει τὸ τοιοῦτον ἢ διά τινος χρόνου μηκέτι πόλιν εἶναι τὴν τοιαύτην, ἀλλὰ λύεσθαι τὴν πολιτικὴν κοινωνίαν; ἔστι δ’ ἐπικίνδυνος οὕτως ἔχουσα πόλις, τῶν βουλομένων ἐπιτίθεσθαι καὶ δυναμένων. ἀλλά, καθάπερ εἴρηται, σῴζεται διὰ τὸν τόπον· ξενηλασίας γὰρ τὸ πόρρω πεποίηκεν. διὸ καὶ τὸ τῶν περιοίκων μένει τοῖς Κρησίν, οἱ δ’ εἵλωτες ἀφίστανται πολλάκις. οὔτε γὰρ ἐξωτερικῆς ἀρχῆς κοινωνοῦσιν οἱ Κρῆτες, νεωστί τε πόλεμος ξενικὸς διαβέβηκεν εἰς τὴν νῆσον, ὃς πεποίηκε φανερὰν τὴν ἀσθένειαν τῶν ἐκεῖ νόμων. περὶ μὲν οὖν ταύτης εἰρήσθω τοσαῦθ’ ἡμῖν τῆς πολιτείας.

1273b: περὶ μὲν οὖν τῆς Λακεδαιμονίων πολιτείας καὶ Κρητικῆς καὶ τῆς Καρχηδονίων, αἵπερ δικαίως εὐδοκιμοῦσι, τοῦτον ἔχει τὸν τρόπον.

1324b: οἱ μὲν οὖν οὕτως ὑπολαμβάνουσιν, οἱ δὲ τὸν δεσποτικὸν καὶ τυραννικὸν τρόπον τῆς πολιτείας εἶναι μόνον εὐδαίμονά φασιν. παρ’ ἐνίοις δ’ οὗτος καὶ τῶν νόμων καὶ τῆς πολιτείας ὅρος, ὅπως δεσπόζωσι τῶν πέλας. διὸ καὶ τῶν πλείστων νομίμων χύδην ὡς εἰπεῖν κειμένων παρὰ τοῖς πλείστοις, ὅμως εἴ πού τι πρὸς ἓν οἱ νόμοι βλέπουσι, τοῦ κρατεῖν στοχάζονται πάντες, ὥσπερ ἐν Λακεδαίμονι καὶ Κρήτῃ πρὸς τοὺς πολέμους συντέτακται σχεδὸν ἥ τε παιδεία καὶ τὸ τῶν νόμων πλῆθος.

1329a-b: ἔοικε δὲ οὐ νῦν οὐδὲ νεωστὶ τοῦτ’ εἶναι γνώριμον τοῖς περὶ πολιτείας φιλοσοφοῦσιν, ὅτι δεῖ διῃρῆσθαι χωρὶς κατὰ γένη (1329b) τὴν πόλιν καὶ τό τε μάχιμον ἕτερον εἶναι καὶ τὸ γεωργοῦν. ἐν Αἰγύπτῳ τε γὰρ ἔχει τὸν τρόπον τοῦτον ἔτι καὶ νῦν, τά τε περὶ τὴν Κρήτην, τὰ μὲν οὖν περὶ Αἴγυπτον Σεσώστριος, ὥς φασιν, οὕτω νομοθετήσαντος, Μίνω δὲ τὰ περὶ Κρήτην. ἀρχαία δὲ ἔοικεν εἶναι καὶ τῶν συσσιτίων ἡ τάξις, τὰ μὲν περὶ Κρήτην γενόμενα περὶ τὴν Μίνω βασιλείαν, τὰ δὲ περὶ τὴν Ἰταλίαν πολλῷ παλαιότερα τούτων.

Kretike politeia: Heraclid.Lemb. 14 (Arist. fr. var. 611 14)

τὴν Κρητικὴν πολιτείαν λέγεται πρῶτος καταστῆσαι Μίνως, πρακτικός τε ἄρα καὶ νομοθέτης σπουδαῖος γενόμενος. ἐποιεῖτο δὲ δι’ ἐννάτου ἔτους τὴν ἐπανόρθωσιν τῶν νόμων. ὅτι δὲ ἀρχαιοτάτη τῶν πολιτειῶν ἡ Κρητικὴ, ἐμφαίνει καὶ Ὅμηρος λέγων τὰς πόλεις αὐτῶν εὖ ναιετώσας. καὶ Ἀρχίλοχος ἐν οἷς ἐπισκώπτων τίνας φησὶ νόμος δὲ κρητικὸς διδάσκεται.

Kretike politeia: Plato Rep. 544b-d

καὶ μήν, ἦ δ’ ὅς, ἐπιθυμῶ γε καὶ αὐτὸς ἀκοῦσαι τίνας ἔλεγες τὰς τέτταρας πολιτείας. (544c) οὐ χαλεπῶς, ἦν δ’ ἐγώ, ἀκούσῃ. εἰσὶ γὰρ ἃς λέγω, αἵπερ καὶ ὀνόματα ἔχουσιν, ἥ τε ὑπὸ τῶν πολλῶν ἐπαινουμένη, ἡ Κρητική τε καὶ Λακωνικὴ αὕτη· καὶ δευτέρα καὶ δευτέρως ἐπαινουμένη, καλουμένη δ’ ὀλιγαρχία, συχνῶν γέμουσα κακῶν πολιτεία· ἥ τε ταύτῃ διάφορος καὶ ἐφεξῆς γιγνομένη δημοκρατία, καὶ ἡ γενναία δὴ τυραννὶς καὶ πασῶν τούτων διαφέρουσα, τέταρτόν τε καὶ ἔσχατον πόλεως νόσημα. ἤ τινα ἄλλην ἔχεις ἰδέαν πολιτείας, ἥτις καὶ ἐν εἴδει διφανεῖ (544d) τινι κεῖται; δυναστεῖαι γὰρ καὶ ὠνηταὶ βασιλεῖαι καὶ τοιαῦταί τινες πολιτεῖαι μεταξύ τι τούτων πού εἰσιν, εὕροι δ’ ἄν τις αὐτὰς οὐκ ἐλάττους περὶ τοὺς βαρβάρους ἢ τοὺς Ἕλληνας.

Kretike politeia: Plut. Lyc. IV 1, 3

1: οὕτως ἀπάρας πρῶτον μὲν εἰς Κρήτην ἀφίκετο· καὶ τὰς αὐτόθι πολιτείας κατανοήσας καὶ συγγενόμενος τοῖς πρωτεύουσι κατὰ δόξαν ἀνδράσι, τὰ μὲν ἐζήλωσε καὶ παρέλαβε τῶν νόμων, ὡς οἴκαδε μετοίσων καὶ χρησόμενος, ἔστι δ’ ὧν κατεφρόνησεν.

3: ἀπὸ δὲ τῆς Κρήτης ὁ Λυκοῦργος ἐπὶ Ἀσίαν ἔπλευσε, βουλόμενος, ὡς λέγεται, ταῖς Κρητικαῖς διαίταις, εὐτελέσιν οὔσαις καὶ αὐστηραῖς, τὰς Ἰωνικὰς πολυτελείας καὶ τρυφάς, ὥσπερ ἰατρὸς σώμασιν ὑγιεινοῖς ὕπουλα καὶ νοσώδη, παραβαλὼν ἀποθεωρῆσαι τὴν διαφορὰν τῶν βίων καὶ τῶν πολιτειῶν.

Kretike politeia: Polyb. VI 46.1-4

παρὰ δὲ Κρηταιεῦσι πάντα τούτοις ὑπάρχει τἀναντία· τήν τε γὰρ χώραν κατὰ δύναμιν αὐτοῖς ἐφιᾶσιν οἱ νόμοι, τὸ δὴ λεγόμενον, εἰς ἄπειρον κτᾶσθαι, τό τε διάφορον ἐκτετίμηται παρ᾽ αὐτοῖς ἐπὶ τοσοῦτον ὥστε μὴ μόνον ἀναγκαίαν, ἀλλὰ καὶ καλλίστην εἶναι δοκεῖν τὴν τούτου κτῆσιν. καθόλου θ᾽ ὁ περὶ τὴν αἰσχροκέρδειαν καὶ πλεονεξίαν τρόπος οὕτως ἐπιχωριάζει παρ᾽ αὐτοῖς ὥστε παρὰ μόνοις Κρηταιεῦσι τῶν ἁπάντων ἀνθρώπων μηδὲν αἰσχρὸν νομίζεσθαι κέρδος. καὶ μὴν τὰ κατὰ τὰς ἀρχὰς ἐπέτεια παρ᾽ αὐτοῖς ἐστι καὶ δημοκρατικὴν ἔχει διάθεσιν.

Kretike politeia, agela e arpage: Ephor. FGrHist 70 F 149 (in Strabo X 4.16-22)

τῆς δὲ πολιτείας ἧς Ἔφορος ἀνέγραψε τὰ κυριώτατα ἐπιδραμεῖν ἀποχρώντως ἂν ἔχοι. δοκεῖ δέ, φησίν, ὁ νομοθέτης μέγιστον ὑποθέσθαι ταῖς πόλεσιν ἀγαθὸν τὴν ἐλευθερίαν· μόνην γὰρ ταύτην ἴδια ποιεῖν τῶν κτησαμένων τὰ ἀγαθά, τὰ δ᾽ ἐν δουλείᾳ τῶν ἀρχόντων ἀλλ᾽ οὐχὶ τῶν ἀρχομένων εἶναι· τοῖς δ᾽ ἔχουσι ταύτην φυλακῆς δεῖν· τὴν μὲν οὖν ὁμόνοιαν διχοστασίας αἰρομένης ἀπαντᾶν, ἣ γίνεται διὰ πλεονεξίαν καὶ τρυφήν· σωφρόνως γὰρ καὶ λιτῶς ζῶσιν ἅπασιν οὔτε φθόνον οὔθ᾽ ὕβριν οὔτε μῖσος ἀπαντᾶν πρὸς τοὺς ὁμοίους· διόπερ τοὺς μὲν παῖδας εἰς τὰς ὀνομαζομένας ἀγέλας κελεῦσαι φοιτᾶν, τοὺς δὲ τελείους ἐν τοῖς συσσιτίοις ἃ καλοῦσιν ἀνδρεῖα συσσιτεῖν, ὅπως τῶν ἴσων μετάσχοιεν τοῖς εὐπόροις οἱ πενέστεροι δημοσίᾳ τρεφόμενοι· πρὸς δὲ τὸ μὴ δειλίαν ἀλλ᾽ ἀνδρείαν κρατεῖν ἐκ παίδων ὅπλοις καὶ πόνοις συντρέφειν, ὥστε καταφρονεῖν καύματος καὶ ψύχους καὶ τραχείας ὁδοῦ καὶ ἀνάντους καὶ πληγῶν τῶν ἐν γυμνασίοις καὶ μάχαις ταῖς κατὰ σύνταγμα· ἀσκεῖν δὲ καὶ τοξικῇ καὶ ἐνοπλίῳ ὀρχήσει, ἣν καταδεῖξαι Κουρῆτα πρῶτον, ὕστερον δὲ καὶ συντάξαντα τὴν κληθεῖσαν ἀπ᾽ αὐτοῦ πυρρίχην, ὥστε μηδὲ τὴν παιδιὰν ἄμοιρον εἶναι τῶν πρὸς πόλεμον χρησίμων· ὡς δ᾽ αὕτως καὶ τοῖς ῥυθμοῖς Κρητικοῖς χρῆσθαι κατὰ τὰς ᾠδὰς συντονωτάτοις οὖσιν οὓς Θάλητα ἀνευρεῖν, ᾧ καὶ τοὺς παιᾶνας καὶ τὰς ἄλλας τὰς ἐπιχωρίους ᾠδὰς ἀνατιθέασι καὶ πολλὰ τῶν νομίμων· καὶ ἐσθῆτι δὲ καὶ ὑποδέσει πολεμικῇ χρῆσθαι, καὶ τῶν δώρων τιμιώτατα αὐτοῖς εἶναι τὰ ὅπλα. (17) λέγεσθαι δ᾽ ὑπό τινων ὡς Λακωνικὰ εἴη τὰ πολλὰ τῶν νομιζομένων Κρητικῶν, τὸ δ᾽ ἀληθὲς εὑρῆσθαι μὲν ὑπ᾽ ἐκείνων, ἠκριβωκέναι δὲ τοὺς Σπαρτιάτας, τοὺς δὲ Κρῆτας ὀλιγωρῆσαι, κακωθεισῶν τῶν πόλεων καὶ μάλιστα τῆς Κνωσσίων, τῶν πολεμικῶν· μεῖναι δέ τινα τῶν νομίμων παρὰ Λυττίοις καὶ Γορτυνίοις καὶ ἄλλοις τισὶ πολιχνίοις μᾶλλον ἢ παρ᾽ ἐκείνοις· καὶ δὴ καὶ τὰ Λυττίων νόμιμα ποιεῖσθαι μαρτύρια τοὺς τὰ Λακωνικὰ πρεσβύτερα ἀποφαίνοντας· ἀποίκους γὰρ ὄντας φυλάττειν τὰ τῆς μητροπόλεως ἔθη, ἐπεὶ ἄλλως γε εὔηθες εἶναι τὸ τοὺς βέλτιον συνεστῶτας καὶ πολιτευομένους τῶν χειρόνων ζηλωτὰς ἀποφαίνειν· οὐκ εὖ δὲ ταῦτα λέγεσθαι· οὔτε γὰρ ἐκ τῶν νῦν καθεστηκότων τὰ παλαιὰ τεκμηριοῦσθαι δεῖν, εἰς τἀναντία ἑκατέρων μεταπεπτωκότων· καὶ γὰρ ναυκρατεῖν πρότερον τοὺς Κρῆτας, ὥστε καὶ παροιμιάζεσθαι πρὸς τοὺς προσποιουμένους μὴ εἰδέναι ἃ ἴσασιν ‘ὁ Κρὴς ἀγνοεῖ τὴν θάλατταν,’ νῦν δ᾽ ἀποβεβληκέναι τὸ ναυτικόν· οὔτε ὅτι ἄποικοί τινες τῶν πόλεων γεγόνασι τῶν ἐν Κρήτῃ Σπαρτιατῶν, ἐν τοῖς ἐκείνων νομίμοις διαμένειν ἐπηναγκάσθαι· πολλὰς γοῦν τῶν ἀποικίδων μὴ φυλάττειν τὰ πάτρια, πολλὰς δὲ καὶ τῶν μὴ ἀποικίδων ἐν Κρήτῃ τὰ αὐτὰ ἔχειν τοῖς ἀποίκοις ἔθη. (18) τῶν τε Σπαρτιατῶν τὸν νομοθέτην Λυκοῦργον πέντε γενεαῖς νεώτερον Ἀλθαιμένους εἶναι τοῦ στείλαντος τὴν εἰς Κρήτην ἀποικίαν· τὸν μὲν γὰρ ἱστορεῖσθαι Κίσσου παῖδα τοῦ τὸ Ἄργος κτίσαντος περὶ τὸν αὐτὸν χρόνον ἡνίκα Προκλῆς τὴν Σπάρτην συνῴκιζε, Λυκοῦργον δ᾽ ὁμολογεῖσθαι παρὰ πάντων ἕκτον ἀπὸ Προκλέους γεγονέναι· τὰ δὲ μιμήματα μὴ εἶναι πρότερα τῶν παραδειγμάτων μηδὲ τὰ νεώτερα τῶν πρεσβυτέρων· τήν τε ὄρχησιν τὴν παρὰ τοῖς Λακεδαιμονίοις ἐπιχωριάζουσαν καὶ τοὺς ῥυθμοὺς καὶ παιᾶνας τοὺς κατὰ νόμον ᾀδομένους καὶ ἄλλα πολλὰ τῶν νομίμων Κρητικὰ καλεῖσθαι παρ᾽ αὐτοῖς ὡς ἂν ἐκεῖθεν ὁρμώμενα· τῶν δ᾽ ἀρχείων τὰ μὲν καὶ τὰς διοικήσεις ἔχειν τὰς αὐτὰς καὶ τὰς ἐπωνυμίας, ὥσπερ καὶ τὴν τῶν γερόντων ἀρχὴν καὶ τὴν τῶν ἱππέων (πλὴν ὅτι τοὺς ἐν Κρήτῃ ἱππέας καὶ ἵππους κεκτῆσθαι συμβέβηκεν· ἐξ οὗ τεκμαίρονται πρεσβυτέραν εἶναι τῶν ἐν Κρήτῃ ἱππέων τὴν ἀρχήν· σώζειν γὰρ τὴν ἐτυμότητα τῆς προσηγορίας· τοὺς δὲ μὴ ἱπποτροφεῖν), τοὺς ἐφόρους δὲ τὰ αὐτὰ τοῖς ἐν Κρήτῃ κόσμοις διοικοῦντας ἑτέρως ὠνομάσθαι· τὰ δὲ συσσίτια ἀνδρεῖα παρὰ μὲν τοῖς Κρησὶν καὶ νῦν ἔτι καλεῖσθαι, παρὰ δὲ τοῖς Σπαρτιάταις μὴ διαμεῖναι καλούμενα ὁμοίως πρότερον· παρ᾽ Ἀλκμᾶνι γοῦν οὕτω κεῖσθαι «φοίναις δὲ καὶ ἐν θιάσοισιν ἀνδρείων παρὰ δαιτυμόνεσσι πρέπει παιᾶνα κατάρχειν». (19) λέγεσθαι δ’ ὑπὸ τῶν Κρητῶν ὡς καὶ παρ’ αὐτοὺς ἀφίκοιτο Λυκοῦργος κατὰ τοιαύτην αἰτίαν· ἀδελφὸς ἦν πρεσβύτερος τοῦ Λυκούργου Πολυδέκτης· οὗτος τελευτῶν ἔγκυον κατέλιπε τὴν γυναῖκα· τέως μὲν οὖν ἐβασίλευεν ὁ Λυκοῦργος ἀντὶ τοῦ ἀδελφοῦ, γενομένου δὲ παιδὸς ἐπετρόπευεν ἐκεῖνον, εἰς ὃν ἡ ἀρχὴ καθήκουσα ἐτύγχανε· λοιδορούμενος δή τις αὐτῷ σαφῶς εἶπεν εἰδέναι διότι βασιλεύσοι· λαβὼν δ’ ὑπόνοιαν ἐκεῖνος ὡς ἐκ τοῦ λόγου τούτου διαβάλλοιτο ἐπιβουλὴ ἐξ αὐτοῦ τοῦ παιδός, δείσας μὴ ἐκ τύχης ἀποθανόντος αἰτίαν αὐτὸς ἔχοι παρὰ τῶν ἐχθρῶν, ἀπῆρεν εἰς Κρήτην. ταύτην μὲν δὴ λέγεσθαι τῆς ἀποδημίας αἰτίαν· ἐλθόντα δὲ πλησιάσαι Θάλητι μελοποιῷ ἀνδρὶ καὶ νομοθετικῷ, ἱστορήσαντα δὲ παρ’ αὐτοῦ τὸν τρόπον ὃν Ῥαδάμανθύς τε πρότερον καὶ ὕστερον Μίνως, ὡς παρὰ τοῦ Διός, τοὺς νόμους ἐκφέροι εἰς ἀνθρώπους, γενόμενον δὲ καὶ ἐν Αἰγύπτῳ καὶ καταμαθόντα καὶ τὰ ἐκεῖ νόμιμα, ἐντυχόντα δ’, ὥς φασί τινες, καὶ Ὁμήρῳ διατρίβοντι ἐν Χίῳ, κατᾶραι πάλιν εἰς τὴν οἰκείαν, καταλαβεῖν δὲ τὸν τοῦ ἀδελφοῦ υἱὸν τὸν Πολυδέκτου Χαρίλαον βασιλεύοντα· εἶθ’ ὁρμῆσαι διαθεῖναι τοὺς νόμους φοιτῶντα ὡς τὸν θεὸν τὸν ἐν Δελφοῖς, κἀκεῖθεν κομίζοντα τὰ προστάγματα, καθάπερ οἱ περὶ Μίνω ἐκ τοῦ ἄντρου τοῦ Διὸς παραπλήσια ἐκείνοις τὰ πλείω. (20) τῶν Κρητικῶν τὰ κυριώτατα τῶν καθ᾽ ἕκαστα τοιαῦτα εἴρηκε. γαμεῖν μὲν ἅμα πάντες ἀναγκάζονται παρ᾽ αὐτοῖς οἱ κατὰ τὸν αὐτὸν χρόνον ἐκ τῆς τῶν παίδων ἀγέλης ἐκκριθέντες, οὐκ εὐθὺς δ᾽ ἄγονται παρ᾽ ἑαυτοὺς τὰς γαμηθείσας παῖδας, ἀλλ᾽ ἐπὰν ἤδη διοικεῖν ἱκαναὶ ὦσι τὰ περὶ τοὺς οἴκους· φερνὴ δ᾽ ἐστίν, ἂν ἀδελφοὶ ὦσι, τὸ ἥμισυ τῆς τοῦ ἀδελφοῦ μερίδος· παῖδας δὲ γράμματά τε μανθάνειν καὶ τὰς ἐκ τῶν νόμων ᾠδὰς καί τινα εἴδη τῆς μουσικῆς. τοὺς μὲν οὖν ἔτι νεωτέρους εἰς τὰ συσσίτια ἄγουσι τὰ ἀνδρεῖα· χαμαὶ δὲ καθήμενοι διαιτῶνται μετ᾽ ἀλλήλων ἐν φαύλοις τριβωνίοις καὶ χειμῶνος καὶ θέρους τὰ αὐτά, διακονοῦσί τε καὶ ἑαυτοῖς καὶ τοῖς ἀνδράσι· συμβάλλουσι δ᾽ εἰς μάχην καὶ οἱ ἐκ τοῦ αὐτοῦ συσσιτίου πρὸς ἀλλήλους, καὶ πρὸς ἕτερα συσσίτια· καθ᾽ ἕκαστον δὲ ἀνδρεῖον ἐφέστηκε παιδονόμος· οἱ δὲ μείζους εἰς τὰς ἀγέλας ἄγονται· τὰς δ᾽ ἀγέλας συνάγουσιν οἱ ἐπιφανέστατοι τῶν παίδων καὶ δυνατώτατοι ἕκαστος ὅσους πλείστους οἷός τέ ἐστιν ἀθροίζων· ἑκάστης δὲ τῆς ἀγέλης ἄρχων ἐστὶν ὡς τὸ πολὺ ὁ πατὴρ τοῦ συναγαγόντος, κύριος ὢν ἐξάγειν ἐπὶ θήραν καὶ δρόμους, τὸν δ᾽ ἀπειθοῦντα κολάζειν· τρέφονται δὲ δημοσίᾳ· τακταῖς δέ τισιν ἡμέραις ἀγέλη πρὸς ἀγέλην συμβάλλει μετὰ αὐλοῦ καὶ λύρας εἰς μάχην ἐν ῥυθμῷ, ὥσπερ καὶ ἐν τοῖς πολεμικοῖς εἰώθασιν, ἐκφέρουσι δὲ καὶ τὰς πληγὰς τὰς μὲν διὰ χειρὸς τὰς δὲ καὶ δι᾽ ὅπλων σιδηρῶν. (21) ἴδιον δ᾽ αὐτοῖς τὸ περὶ τοὺς ἔρωτας νόμιμον· οὐ γὰρ πειθοῖ κατεργάζονται τοὺς ἐρωμένους ἀλλ᾽ ἁρπαγῇ· προλέγει τοῖς φίλοις πρὸ τριῶν ἢ πλειόνων ἡμερῶν ὁ ἐραστὴς ὅτι μέλλει τὴν ἁρπαγὴν ποιεῖσθαι· τοῖς δ᾽ ἀποκρύπτειν μὲν τὸν παῖδα ἢ μὴ ἐᾶν πορεύεσθαι τὴν τεταγμένην ὁδὸν τῶν αἰσχίστων ἐστίν, ὡς ἐξομολογουμένοις ὅτι ἀνάξιος ὁ παῖς εἴη τοιούτου ἐραστοῦ τυγχάνειν· συνιόντες δ᾽, ἂν μὲν τῶν ἴσων ἢ τῶν ὑπερεχόντων τις ᾖ τοῦ παιδὸς τιμῇ καὶ τοῖς ἄλλοις ὁ ἁρπάζων, ἐπιδιώκοντες ἀνθήψαντο μόνον μετρίως τὸ νόμιμον ἐκπληροῦντες, τἆλλα δ᾽ ἐπιτρέπουσιν ἄγειν χαίροντες· ἂν δ᾽ ἀνάξιος, ἀφαιροῦνται· πέρας δὲ τῆς ἐπιδιώξεώς ἐστιν ἕως ἂν ἀχθῇ ὁ παῖς εἰς τὸ τοῦ ἁρπάσαντος ἀνδρεῖον. ἐράσμιον δὲ νομίζουσιν οὐ τὸν κάλλει διαφέροντα, ἀλλὰ τὸν ἀνδρείᾳ καὶ κοσμιότητι ... καὶ δωρησάμενος ἀπάγει τὸν παῖδα τῆς χώρας εἰς ὃν βούλεται τόπον· ἐπακολουθοῦσι δὲ τῇ ἁρπαγῇ οἱ παραγενόμενοι, ἑστιαθέντες δὲ καὶ συνθηρεύσαντες δίμηνον (οὐ γὰρ ἔξεστι πλείω χρόνον κατέχειν τὸν παῖδα) εἰς τὴν πόλιν καταβαίνουσιν. ἀφίεται δ᾽ ὁ παῖς δῶρα λαβὼν στολὴν πολεμικὴν καὶ βοῦν καὶ ποτήριον. ταῦτα μὲν τὰ κατὰ τὸν νόμον δῶρα ... καὶ ἄλλα πλείω καὶ πολυτελῆ, ὥστε συνερανίζειν τοὺς φίλους διὰ τὸ πλῆθος τῶν ἀναλωμάτων. τὸν μὲν οὖν βοῦν θύει τῷ Διὶ καὶ ἑστιᾷ τοὺς συγκαταβαίνοντας, εἶτ᾽ ἀποφαίνεται περὶ τῆς πρὸς τὸν ἐραστὴν ὁμιλίας εἴτ᾽ ἀσμενίζων τετύχηκεν εἴτε μή, τοῦ νόμου τοῦτ᾽ ἐπιτρέψαντος, ἵν᾽ εἴ τις αὐτῷ βία προσενήνεκται κατὰ τὴν ἁρπαγήν, ἐνταῦθα παρῇ τιμωρεῖν ἑαυτῷ καὶ ἀπαλλάττεσθαι. τοῖς δὲ καλοῖς τὴν ἰδέαν καὶ προγόνων ἐπιφανῶν αἰσχρὸν ἐραστῶν μὴ τυχεῖν, ὡς διὰ τὸν τρόπον τοῦτο παθοῦσιν. ἔχουσι δὲ τιμὰς οἱ παρασταθέντες (οὕτω γὰρ καλοῦσι τοὺς ἁρπαγέντας)· ἔν τε γὰρ τοῖς χοροῖς καὶ τοῖς δρόμοις ἔχουσι τὰς ἐντιμοτάτας χώρας, τῇ τε στολῇ κοσμεῖσθαι διαφερόντως τῶν ἄλλων ἐφίεται τῇ δοθείσῃ παρὰ τῶν ἐραστῶν, καὶ οὐ τότε μόνον ἀλλὰ καὶ τέλειοι γενόμενοι διάσημον ἐσθῆτα φέρουσιν, ἀφ᾽ ἧς γνωσθήσεται ἕκαστος κλεινὸς γενόμενος· τὸν μὲν γὰρ ἐρώμενον καλοῦσι κλεινὸν τὸν δ᾽ ἐραστὴν φιλήτορα. ταῦτα μὲν τὰ περὶ τοὺς ἔρωτας νόμιμα. (22) ἄρχοντας δὲ δέκα αἱροῦνται· περὶ δὲ τῶν μεγίστων συμβούλοις χρῶνται τοῖς γέρουσι καλουμένοις· καθίστανται δ᾽ εἰς τοῦτο τὸ συνέδριον οἱ τῆς τῶν κόσμων ἀρχῆς ἠξιωμένοι καὶ τἆλλα δόκιμοι κρινόμενοι.

Mnoia: Ath. VI 93

Ἕρμων δὲ ἐν Κρητικαῖς Γλώτταις μνώτας τοὺς ἐγγενεῖς οἰκέτας.

Mnoia: Hsch. s.v. μνοία

μνοία· οἰκετεία.

Mnoia: skolion di Hybrias (Ath. XV 50)

σκόλιον δέ φασί τινες καὶ τὸ ὑπὸ Ὑβρίου τοῦ Κρητὸς ποιηθέν. ἔχει δ’ οὕτως·
ἔστι μοι πλοῦτος μέγας δόρυ καὶ ξίφος
καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός.
τούτῳ γὰρ ἀρῶ, τούτῳ θερίζω,
τούτῳ πατέω τὸν ἁδὺν οἶνον ἀπ’ ἀμπέλω,
τούτῳ δεσπότας μνοίας κέκλημαι. 5
τοὶ δὲ μὴ τολμῶντ’ ἔχειν δόρυ καὶ ξίφος
καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός,
πάντες γόνυ πεπτηῶτες ἐμὸν κυνέοντι, δεσπόταν
καὶ μέγαν βασιλῆα φωνέοντες.

Mnoia: Sosicr.Hist. FGrHist 461 F 4 (in Ath. VI 85)

Σωσικράτης δ’ ἐν δευτέρῳ Κρητικῶν· «τὴν μὲν κοινὴν (φησὶ) δουλείαν οἱ Κρῆτες καλοῦσι μνοίαν, τὴν δὲ ἰδίαν ἀφαμιώτας, τοὺς δὲ περιοίκους ὑπηκόους». τὰ παραπλήσια ἱστορεῖ καὶ Δωσιάδας ἐν τετάρτῳ Κρητικῶν.

Mnoia: Strabo XII 3.4

Μιλήσιοι τοὺς Μαριανδυνοὺς εἱλωτεύειν ἠνάγκασαν τοὺς προκατέχοντας τὸν τόπον, ὥστε καὶ πιπράσκεσθαι ὑπ’ αὐτῶν, μὴ εἰς τὴν ὑπερορίαν δέ (συμβῆναι γὰρ ἐπὶ τούτοις), καθάπερ Κρησὶ μὲν ἐθήτευεν ἡ Μνῴα καλουμένη σύνοδος, Θετταλοῖς δὲ οἱ Πενέσται.

Mnoitai: Hsch. s.v. μνωῖται

μνωῖται· δοῦλοι.

Mnoitai: St.Byz. s.v. Χίος

οὗτοι δὲ πρῶτοι ἐχρήσαντο θεράπουσιν, ὡς Λακεδαιμόνιοι τοῖς Εἵλωσι καὶ Ἀργεῖοι τοῖς Γυμνησίοις καὶ Σικυώνιοι τοῖς Κορυνηφόροις καὶ Ἰταλιῶται τοῖς Πελασγοῖς καὶ Κρῆτες Μνωίταις.

Nomoi: Ael. VH II 39

Κρῆτες δὲ τοὺς παῖδας τοὺς ἐλευθέρους μανθάνειν ἐκέλευον τοὺς νόμους μετά τινος μελῳδίας, ἵνα ἐκ τῆς μουσικῆς ψυχαγωγῶνται καὶ εὐκολώτερον αὐτοὺς τῇ μνήμῃ διαλαμβάνωσι, καὶ ἵνα μή τι τῶν κεκωλυμένων πράξαντες ἀγνοίᾳ πεποιηκέναι ἀπολογίαν ἔχωσι. δεύτερον δὲ μάθημα ἔταξαν τοὺς τῶν θεῶν ὕμνους μανθάνειν· τρίτον τὰ τῶν ἀγαθῶν ἀνδρῶν ἐγκώμια.

Paideia: Plato Leg. 680c

ἔοικέν γε ὁ ποιητὴς (scil. Omero) ὑμῖν οὗτος γεγονέναι χαρίεις. καὶ γὰρ δὴ καὶ ἄλλα αὐτοῦ διεληλύθαμεν μάλ’ ἀστεῖα, οὐ μὴν πολλά γε· οὐ γὰρ σφόδρα χρώμεθα οἱ Κρῆτες τοῖς ξενικοῖς ποιήμασιν.

Paideia ed educazione militare: Plato Protag. 342a-d

φιλοσοφία γάρ ἐστιν παλαιοτάτη τε καὶ πλείστη τῶν Ἑλλήνων ἐν Κρήτῃ τε καὶ (342b) ἐν Λακεδαίμονι, καὶ σοφισταὶ πλεῖστοι γῆς ἐκεῖ εἰσιν· ἀλλ’ ἐξαρνοῦνται καὶ σχηματίζονται ἀμαθεῖς εἶναι, ἵνα μὴ κατάδηλοι ὦσιν ὅτι σοφίᾳ τῶν Ἑλλήνων περίεισιν, ὥσπερ οὓς Πρωταγόρας ἔλεγε τοὺς σοφιστάς, ἀλλὰ δοκῶσιν τῷ μάχεσθαι καὶ ἀνδρείᾳ περιεῖναι, ἡγούμενοι, εἰ γνωσθεῖεν ᾧ περίεισιν, πάντας τοῦτο ἀσκήσειν, τὴν σοφίαν. νῦν δὲ ἀποκρυψάμενοι ἐκεῖνο ἐξηπατήκασιν τοὺς ἐν ταῖς πόλεσι λακωνίζοντας, καὶ οἱ μὲν ὦτά τε κατάγνυνται μιμούμενοι (342c) αὐτούς, καὶ ἱμάντας περιειλίττονται καὶ φιλογυμναστοῦσιν καὶ βραχείας ἀναβολὰς φοροῦσιν, ὡς δὴ τούτοις κρατοῦντας τῶν Ἑλλήνων τοὺς Λακεδαιμονίους· οἱ δὲ Λακεδαιμόνιοι, ἐπειδὰν βούλωνται ἀνέδην τοῖς παρ’ αὑτοῖς συγγενέσθαι σοφισταῖς καὶ ἤδη ἄχθωνται λάθρᾳ συγγιγνόμενοι, ξενηλασίας ποιούμενοι τῶν τε λακωνιζόντων τούτων καὶ ἐάν τις ἄλλος ξένος ὢν ἐπιδημήσῃ, συγγίγνονται τοῖς σοφισταῖς λανθάνοντες τοὺς ξένους, καὶ αὐτοὶ οὐδένα ἐῶσιν τῶν νέων (342d) εἰς τὰς ἄλλας πόλεις ἐξιέναι, ὥσπερ οὐδὲ Κρῆτες, ἵνα μὴ ἀπομανθάνωσιν ἃ αὐτοὶ διδάσκουσιν. εἰσὶν δὲ ἐν ταύταις ταῖς πόλεσιν οὐ μόνον ἄνδρες ἐπὶ παιδεύσει μέγα φρονοῦντες, ἀλλὰ καὶ γυναῖκες. γνοῖτε δ’ ἂν ὅτι ἐγὼ ταῦτα ἀληθῆ λέγω καὶ Λακεδαιμόνιοι πρὸς φιλοσοφίαν καὶ λόγους ἄριστα πεπαίδευνται, ὧδε.

Phoinikeia grammata: Suid. s.v. Φοινικήϊα γράμματα

Φοινικήϊα γράμματα· Λυδοὶ καὶ Ἴωνες τὰ γράμματα ἀπὸ Φοίνικος τοῦ Ἀγήνορος τοῦ εὑρόντος· τούτοις δὲ ἀντιλέγουσι Κρῆτες, ὡς εὑρέθη ἀπὸ τοῦ γράφειν ἐν φοινίκων πετάλοις.

Regolazione del consumo di vino: Plato Leg. 635b-666b

635b: ὑμῖν γὰρ ὁ νομοθέτης μόνοις Ἑλλήνων καὶ βαρβάρων, ὧν ἡμεῖς πυνθανόμεθα, τῶν μεγίστων ἡδονῶν καὶ παιδιῶν ἐπέταξεν ἀπέχεσθαι καὶ μὴ γεύεσθαι.

639d: ΑΘ. ταύτην (scil. simposio) οὖν μῶν ὀρθῶς γιγνομένην ἤδη τις πώποτε ἐθεάσατο; καὶ σφῷν μὲν ἀποκρίνασθαι ῥᾴδιον ὡς οὐδεπώποτε τὸ παράπαν, οὐ γὰρ ἐπιχώριον ὑμῖν τοῦτο οὐδὲ νόμιμον.

666a-b: ΑΘ. ἇρ’ οὐ νομοθετήσομεν πρῶτον μὲν τοὺς παῖδας μέχρι ἐτῶν ὀκτωκαίδεκα τὸ παράπαν οἴνου μὴ γεύεσθαι, διδάσκοντες ὡς οὐ χρὴ πῦρ ἐπὶ πῦρ ὀχετεύειν εἴς τε τὸ σῶμα καὶ τὴν ψυχήν, πρὶν ἐπὶ τοὺς πόνους ἐγχειρεῖν πορεύεσθαι, τὴν ἐμμανῆ εὐλαβουμένους ἕξιν τῶν νέων· μετὰ δὲ τοῦτο οἴνου μὲν δὴ γεύεσθαι τοῦ μετρίου μέχρι (666b) τριάκοντα ἐτῶν, μέθης δὲ καὶ πολυοινίας τὸ παράπαν τὸν νέον ἀπέχεσθαι· τετταράκοντα δὲ ἐπιβαίνοντα ἐτῶν, ἐν τοῖς συσσιτίοις εὐωχηθέντα, καλεῖν τούς τε ἄλλους θεοὺς καὶ δὴ καὶ Διόνυσον παρακαλεῖν εἰς τὴν τῶν πρεσβυτέρων τελετὴν ἅμα καὶ παιδιάν, ἣν τοῖς ἀνθρώποις ἐπίκουρον τῆς τοῦ γήρως αὐστηρότητος ἐδωρήσατο τὸν οἶνον φάρμακον.

Regolazione del consumo di vino: Plato Minos 320a-b

ὑπολαμβάνοντες· πολλῶν γὰρ ὄντων ἀνθρώπων καὶ Ἑλλήνων καὶ βαρβάρων, οὐκ ἔστιν οἵτινες ἀπέχονται συμποσίων καὶ ταύτης τῆς παιδιᾶς, οὗ ἔστιν οἶνος, ἄλλοι ἢ Κρῆτες καὶ Λακεδαιμόνιοι δεύτεροι, μαθόντες παρὰ Κρητῶν. ἐν Κρήτῃ δὲ εἷς οὗτός ἐστι τῶν ἄλλων νόμων οὓς Μίνως ἔθηκε, μὴ συμπίνειν ἀλλήλοις εἰς μέθην. καίτοι δῆλον ὅτι ἃ ἐνόμιζεν καλὰ εἶναι, ταῦτα νόμιμα ἔθηκεν καὶ τοῖς αὑτοῦ πολίταις. (320b) οὐ γάρ που, ὥσπερ γε φαῦλος ἄνθρωπος, ὁ Μίνως ἐνόμιζεν μὲν ἕτερα, ἐποίει δὲ ἄλλα παρ’ ἃ ἐνόμιζεν· ἀλλὰ ἦν αὕτη ἡ συνουσία ὥσπερ ἐγὼ λέγω, διὰ λόγων ἐπὶ παιδείᾳ εἰς ἀρετήν. ὅθεν δὴ καὶ τοὺς νόμους τούτους ἔθηκε τοῖς αὑτοῦ πολίταις, δι’ οὓς ἥ τε Κρήτη τὸν πάντα χρόνον εὐδαιμονεῖ καὶ Λακεδαίμων, ἀφ’ οὗ ἤρξατο τούτοις χρῆσθαι, ἅτε θείοις οὖσιν.

Skotioi: schol. in Eur. Alc. 989

Κρῆτες δὲ τοὺς ἀνήβους σκοτίους λέγουσιν.

Thysiai: Sosicr.Hist. FGrHist 461 F 7 (in Ath. XIII 12)

Κρῆτες δ ̓ ἐν ταῖς παρατάξεσι τοὺς καλλίστους τῶν πολιτῶν κοσμήσαντες διὰ τούτων θύουσι τῷ Ἔρωτι, ὡς Σωσικράτης ἱστορεῖ.

Thystas: Hsch. s.v. θύστας

θύστας· ὁ ἱερεὺς παρὰ Κρησί.

Toponomastica

St.Byz.

Ἄκυτος· νῆσος περὶ Κυδωνίαν τῆς Κρήτης.

Ἀραδήν· πόλις Κρήτης, ἣ καὶ Ἀνώπολις λέγεται διὰ τὸ ἄνω εἶναι. ὁ πολίτης ἀπὸ τῆς γενικῆς Ἀραδήνιος.

Ἄρβις· ποταμὸς τῆς Ἰνδικῆς. ἔθνος Ἄρβιες ἢ Ἀρβῖται. ἔστι καὶ ἐν Κρήτῃ Ἄρβιον ὄρος, ἔνθα τιμᾶται Ἄρβιος Ζεύς.

Ἄσος· πολίχνιον Κρήτης. ὁ πολίτης Ἄσιος. οὕτω γὰρ ὁ Ζεὺς ἐκεῖ τιμᾶται “καὶ Ἀσίου Διὸς ἱερὸν ἀρχαιότατον”.

Αὐλών· πόλις Λακωνικῆς, μία τῶν ἑκατόν· ὁ πολίτης Αὐλωνίτης. δευτέρα πόλις Ἀρκαδίας· ὁ πολίτης Αὐλώνιος. τρίτη πόλις Κρήτης ἢ τόπος.

Γόρτυν· πόλις Κρήτης. οὕτως δὲ διὰ τοῦ ν. ἀπὸ ἥρωος Γόρτυος. ἐκαλεῖτο δὲ καὶ Λάρισσα. πρότερον γὰρ ἐκαλεῖτο Ἑλλωτίς (οὕτω γὰρ παρὰ Κρησὶν ἡ Εὐρώπη), εἶτα Λάρισσα, εἶτα Κρημνία καὶ ὕστερον Γόρτυς. φασὶ δὲ τὴν αἰτιατικὴν οἱ μὲν δισυλλάβως Γόρτυν, οἱ δὲ τρισυλλάβως “Γόρτυνά τε τειχιόεσσαν”. οἱ δὲ Γόρτυναν ὡς ἄμυναν.

Εἴνατος· πόλις Κρήτης, ὡς Ξενίων φησί. τὸ ἐθνικὸν Εἰνάτιος. τινὲς δὲ ὄρος καὶ ποταμός, ἐν ᾧ τιμᾶσθαι τὴν Εἰλείθυιαν Εἰνατίην.

Θεναί· πόλις Κρήτης. τινὲς δὲ Ἀρκαδίας. οἱ δὲ ὄρος. τὸ ἐθνικὸν Θεναῖος καὶ Θεναία καὶ Θενεῖς.

Ἰλαττία· πόλις Κρήτης. Πολύβιος τρισκαιδεκάτῳ. τὸ ἐθνικὸν Ἰλάττιος.

Καμάρα· πόλις Κρήτης. καὶ ὁ πολίτης [Καμαρίτης], ὡς Ξενίων ἐν Κρητικοῖς φησιν. ἥτις Λατώ ἐλέγετο.

Κάντανος· πόλις Κρήτης, ὡς Ξενίων ἐν περιορίου Κρητικοῦ τόπου. τὸ ἐθνικὸν Καντάνιος.

Κάτρη· πόλις Κρήτης, τὸν Ἰωνικὸν ἔχουσα τρόπον, ὡς Ἡρωδιανὸς περὶ τῆς Ὀλύκρης γράφων. τὸ ἐθνικὸν Κατραῖος ὡς Ἀσκραῖος.

Κυδωνία· πόλις Κρήτης, ἡ πρότερον Ἀπολλωνία, ἀπὸ Κύδωνος τοῦ Ἀπόλλωνος καὶ Ἀκακαλλίδος τῆς Μίνω θυγατρός.

Κύτα· ἔστι καὶ Κύταιον πόλις Κρήτης.

[Ὄριον· τόπος Κρήτης. οἱ οἰκοῦντες Ὄριοι.]

Πολίχνα· ἔστι καὶ Κρήτης Πολίχνη πόλις, ἧς ὁ πολίτης Πολιχνίτης.

Πύθιον· τὸ πάλαι μεσαίτατον τῆς ἐν Κρήτῃ Γόρτυνος. οἱ κατοικοῦντες Πυθιεῖς καὶ οἱ τὸ Πύθιον οἰκοῦντες. ἐν ᾧ Ἀπόλλωνος ἱερόν ἐστι.

Πύρανθος, πόλις μικρὰ ἢ κώμη Κρήτης περὶ Γόρτυνα. οἱ κατοικοῦντες Πυράνθιοι.

Ῥιθυμνία· πόλις Κρήτης. τὸ ἐθνικὸν Ῥιθυμνιάτης καὶ Ῥιθύμνιος.

Στῆλαι· πόλις Κρήτης πλησίον Παραισοῦ καὶ Ῥιθύμνης. τὸ ἐθνικὸν Στηλαῖος, ὡς Λάμπη Λαμπαῖος. ἀλλὰ καὶ Στηλίτης, ὡς παρὰ τὸ †ἀγαλμαὶς† τὸν λίθον, ἀφ’ οὗ καὶ στηλιτεύω.

Συΐα· πόλις μικρὰ Κρήτης, ἐπίνειον οὖσα τῆς Ἐλύρου. ὁ πολίτης Συϊάτης καὶ Συϊεύς.

Ὑδραμία· πόλις Κρήτης, ὡς Ξενίων ὁ τὰ Κρητικὰ γράψας. οἱ πολῖται Ὑδραμιεῖς ὡς Μεγαρεῖς.

Φάλαννα· πόλις Περραιβίας, ἀπὸ Φαλάννης τῆς Τυροῦς θυγατρός. Λυκόφρων «Γόννον Φάλανναν ἠδ’ Ὀλοσσόνων γύας». Ἑκαταῖος ἱστοριῶν αʹ Ἱππίαν αὐτὴν καλεῖ. καὶ Ἔφορος Φάλαννον αὐτὴν καλεῖ ἐν τῷ θʹ. ἔστι καὶ ἑτέρα Κρήτης, ἀφ’ ἧς ἦν Φανιάδης ὁ περιπατητικός. ὁ πολίτης Φαλανναῖος καὶ Φαλανναία τὸ θηλυκόν.

Φαλάνναια· πόλις Κρήτης. ὁ πολίτης Φαλανναιεύς, ὡς τοῦ Ἥραια Ἡραιεύς.

Ὤλερος, Κρητικὴ πόλις, περὶ ἧς Ξενίων ἐν Κρητικοῖς φησι «πορρωτέρω δὲ τῆς Ἱεραπύτνης Ὤλερος ἦν πόλις, ἐφ’ ὑψηλοῦ μὲν ᾠκισμένη τόπου». ὁ πολίτης Ὠλέριος, καὶ Ὠλερία Ἀθηνᾶ, τὸ οὐδέτερον Ὠλέριον. φησὶ γὰρ ὁ αὐτός «τῇ δὲ θεῷ ταύτῃ ἑορτὴν ἄγουσιν Ἱεραπύτνιοι, τὴν δ’ ἑορτὴν Ὠλέρια προσαγορεύουσιν».

Suid.

Καυδώ· νῆσος πλησίον Κρήτης, ἔνθα μέγιστοι ὄναγροι γίνονται.

Πολύρρηνες· πολλὰ θρέμματα ἔχοντες. τὸ Πολύρρηνον, τόπος Κρήτης, ἔνθα τοῖς θεοῖς ἔθυον. καὶ ζήτει ἐν τῷ οἱ Κρῆτες.

Hsch.

Γλαμία· πόλις. Κρῆτες

Δούλων πόλις· Εὔπολις Μαρικᾶι ‘οὐκ ᾤμην εἶναι’ λέγει ‘Δούλων πόλιν’. ἔστι δὲ ἐν Κρήτῃ καὶ Λιβύῃ

Εἴνατον· τόπος Λυκίας, καὶ Κρήτης

Καρτεμνίδες· οἱ Γορτύνιοι. Κρῆτες

Etym. M.

Εἰνατία· ἐπίθετον τῆς Εἰλειθυίας. Καλλίμαχος, Εἰνατίην ὁμόδελφον ἐπ’ ὠδίνεσσιν ἰδοῦσα. εἴρηται οἷον Κρητική· Εἴνατος γὰρ τόπος Κρήτης, ἔνθα ἐτιμᾶτο ἡ Εἰλείθυια.

Οἴαξις· χωρίον Κρητικὸν ὑψηλόν. τινὲς δὲ, ὅτι πλεονασμός ἐστι τοῦ ι· Ὄαξις γὰρ ἦν.

Scyl. 47

κατὰ Λακεδαίμονα νῆσος κεῖται Κρήτη· ἐγγυτάτω γὰρ Λακεδαίμων κεῖται τῆς Εὐρώπης. διάπλους δὲ ἀπὸ Λακεδαίμονος ἕως ἐπὶ τὸ ἀκρωτήριον τῆς Κρήτης, ἐφ’ᾧ ἐστὶ πόλις Φαλάσαρνα, ἡμέρας δρόμος. ἀπὸ δὲ Φαλασάρνων Κριοῦ μέτωπόν ἐστιν ἀκρωτήριον. πρὸς νότον δὲ ἄνεμον πλοῦς εἰς Λιβύην, ἐπὶ Χερρονήσου δὲ τὰς Ἀλιάδας τὰς Κυρηναίων πλοῦς ἡμέρας καὶ νυκτός. ἔστι δὲ ἡ Κρήτη μακρὰ στάδια βφʹ, στενὴ δὲ, καὶ τέταται ἀπὸ ἡλίου δυσμῶν πρὸς ἡλίου ἀνατολάς. οἰκοῦσι δὲ ἐν Κρήτῃ Ἕλληνες, οἱ μὲν ἄποικοι Λακεδαιμονίων, οἱ δὲ Ἀργείων, οἱ δὲ Ἀθηναίων, οἱ δὲ ἀπὸ τῆς Ἑλλάδος τῆς ἄλλης ὁπόθεν ἔτυχεν. εἰσὶ δέ τινες αὐτῶν καὶ αὐτόχθονες. πόλεις πολλαὶ ἐν Κρήτῃ. *** ὡς ἀκρωτηρίῳ ἐστὶ πρώτη πόλις πρὸς ἥλιον δυόμενον ἡ προειρηρίῳ ἐστὶ πρώτη πόλις πρὸς ἥλιον δυόμενον ἡ προειρημένη Φαλασάρνα καὶ λιμὴν κλειστός· Πολυρρηνία, καὶ διήκει ἀπὸ βορέου πρὸς νότον· Δικτυνναῖον Ἀρτέμιδος ἱερὸν πρὸς βορέαν ἄνεμον, τῆς χώρας Περγαμίας· πρὸς νότον δὲ Ὑρτακίνα· Κυδωνία καὶ λιμὴν κλειστὸς πρὸς βορέαν· ἐν μεσογείᾳ δὲ Ἔλυρος πόλις· πρὸς νότον δὲ Λίσσα πόλις καὶ λιμὴν παρὰ Κριοῦ μέτωπον· πρὸς βορέαν δὲ ἄνεμον ἡ Ἀπτεραία χώρα· εἶτα ἡ Λαμπαία, καὶ διήκει αὕτη ἀμφοτέρωθεν, καὶ ποταμὸς Μεσάπιος ἐν αὐτῇ ἐστί· *** μετὰ δὲ Ὀσμίδαν Ἐλεύθερναι πρὸς βορέαν· πρὸς νότον δὲ Σύβριτα· *** καὶ λιμήν· πρὸς νότον Φαιστός· πρὸς βορέαν Ὀαξὸς καὶ Κνωσσός· πρὸς δὲ νότον Γόρτυνα, Ῥαῦκος· ἐν μεσογείᾳ δὲ Λύκτος, καὶ διήκει αὕτη ἀμφοτέρωθεν· πρὸς βορέαν δὲ ἄνεμον ὄρος Κάδιστον καὶ λιμὴν ἐν αὐτῷ Ὀλοῦς καὶ πᾶν ***· Πραισὸς διήκει ἀμφοτέρωθεν· Γρᾶνος ἀκρωτήριον Κρήτης πρὸς ἥλιον ἀνίσχοντα. εἰσὶ δὲ καὶ ἄλλαι πόλεις ἐν Κρήτῃ· λέγεται δὲ εἶναι ἑκατόμπολις.

Stad. 318-355

ΚΡΗΤΗΣ ΠΕΡΙΠΛΟΥΣ. ἀπὸ τοῦ Κάσου ἐπὶ τὸ Σαμώνιον τῆς Κρήτης, στάδιοι φʹ· ἀκρωτήριόν ἐστι τῆς Κρήτης ἀνέχον πρὸς βορρᾶν ἐπιπολύ· ἔστι δὲ ἱερὸν Ἀθηνᾶς· ἔχει ὕφορμον καὶ ὕδωρ· τὰ δὲ ἄλλα ἠφανισμένα. (319) ἀπὸ Σαμωνίου εἰς Ἱερὰν Πύδναν στάδιοι πʹ· πόλις ἐστίν· ἔχει ὅρμον· ἔχει δὲ καὶ νῆσον [ἣ] καλεῖται Χρύσεα· ἔχει λιμένα καὶ ὕδωρ. (320) ἀπὸ Ἱερᾶς Πύδνης εἰς Βίενον στάδιοι οʹ· πολίδριόν ἐστιν ἀπέχον τῆς θαλάσσης. (321) ἀπὸ Βιένου εἰς Λέβηναν στάδιοι οʹ· ἐκεῖ παράκειται νησίον, ὃ καλεῖται Ὀξεῖα· ὕδωρ ἔχει. (322) ἀπὸ Λεβήνας εἰς Ἁλὰς στάδιοι κʹ. (323) ἀπὸ Ἁλῶν εἰς Μάταλαν στάδιοι τʹ· πόλις ἐστὶ, καὶ λιμένα ἔχει. (324) ἀπὸ Ματάλης εἰς Σουλίαν στάδιοι ξεʹ· ἀκρωτήριόν ἐστιν ἀνέχον πρὸς μεσημβρίαν· λιμήν ἐστι· καλὸν ὕδωρ ἔχει. (325) ἀπὸ Σουλήνας εἰς Ψυχέα στάδιοι ιβʹ· ἀπὸ δὲ Πύδνης ἐπὶ τὸν Ψυχέα στάδιοι τνʹ· λιμὴν θερινός· καὶ ὕδωρ ἔχει. (326) ἀπὸ Ψυχέως ἐπὶ τὸν Λάμωνα στάδιοι ρνʹ· λιμήν ἐστι· καὶ πόλιν ἔχει καὶ ὕδωρ. (327) ἀπὸ Λάμωνος ἐπὶ Ἀπολλωνιάδα στάδιοι λʹ. (328) ἀπὸ Ἀπολλωνίας εἰς Φοίνικα στάδιοι ρʹ· πόλις ἐστίν· ἔχει λιμένα καὶ νῆσον. ἀπὸ δὲ Κλαυδίας εἰς Φοίνικα στάδιοι τʹ. ἔχει πόλιν καὶ λιμένα. (329) ἀπὸ Φοίνικος εἰς Τάρρον στάδιοι ξʹ· πόλις μικρά ἐστιν· ἔχει ὅρμον. (330) ἀπὸ Τάρρου εἰς Ποικιλασσὸν στάδιοι ξʹ· πόλις ἐστὶ καὶ ὅρμον ἔχει καὶ ὕδωρ. (331) ἀπὸ Ποικιλασσοῦ εἰς Σύβαν στάδιοι νʹ· πόλις ἐστὶ καὶ λιμένα καλὸν ἔχει. (332) [ἀπὸ Σύβης εἰς Λισσὸν στάδιοι λʹ.] (333) ἀπὸ Λισσοῦ εἰς Καλαμύδην στάδιοι σνʹ. (334) ἀπὸ Καλαμύδης εἰς Κριοῦ Μέτωπον στάδιοι λʹ· ἀκρωτήριόν ἐστιν ὑψηλόν· ἔχει ὕδωρ καὶ ὕφορμον. (335) ἀπὸ Κριοῦ Μετώπου περίπλους εἰς Βίεννον στάδιοι ιβʹ· λιμένα ἔχει καὶ ὕδωρ. (336) ἀπὸ Βιέννου εἰς Φαλάσαρναν στάδιοι σξʹ· ὅρμος ἐστὶν, ἐμπόριον, πόλις παλαιά· νῆσος δὲ ἀπὸ σταδίων ξʹ Ἰουσάγουρα, βλέπουσα πρὸς ἀνατολάς· ἔχει λιμένα· ἔχει δὲ ἱερὸν Ἀπόλλωνος ἐν τῷ λιμένι· ἔστι δὲ καὶ ἄλλη νῆσος ἀπὸ σταδίων γʹ· καλεῖται Μέση, καὶ ὅρμον ἔχει· ἡ δὲ τρίτη καλεῖται Μύλη· ὁ δὲ πλοῦς βαθύς· ἀγορὰν ἔχει. (337) ἀπὸ Μύλης ἐπὶ τὸν Τρητὸν στάδιοι νʹ· ἀκρωτήριόν ἐστι τετρημένον, κατάκρημνον τῆς Κρήτης. (338) ἀπὸ τοῦ Τρητοῦ εἰς Ἀγνεῖον στάδιοι νʹ· λιμήν ἐστιν ἔχων ἱερὸν Ἀπόλλωνος· ἔστι δὲ ἐσώτερος κόλπος, καὶ καλεῖται Μυρτῖλος· καὶ ὕδωρ ἔχει. (339) ἀπὸ Ἀγνείου εἰς Κίσαμον στάδιοι πʹ· πόλις ἐστὶν ἐν κόλπῳ κειμένη. ἐστὶ δὲ λιμήν· ἔχει καὶ ὕδωρ. (340) ἀπὸ Κισάμου ἐπὶ Τίτυρον στάδιοι κεʹ· ἀκρωτήριόν ἐστιν ὑψηλὸν, κατάδενδρον· βλέπει πρὸς ἄρκτον. (341) ἀπὸ Τιτύρου ἐπὶ τὸ Δικτυνναῖον στάδιοι πʹ· ὅρμος ἐστὶν ἐν αἰγιαλῷ. (342) ἀπὸ τοῦ Δικτυνναίου ἐπὶ τὴν Κοίτην στάδιοι ροʹ· νῆσός ἐστιν· ἔχει ὅρμον καὶ ὕδωρ· βλέπει πρὸς τὴν Κρήτην [καὶ] πρὸς ἄρκτον. (343) ἀπὸ τοῦ Ἀκοιτίου εἰς Κυδωνίαν στάδιοι ξʹ· πόλις ἐστίν· ἔχει λιμένα, καὶ εἰς τὴν εἴσοδον βράχη ἔχει. (344) ἀπὸ Κυδωνίας εἰς Ἀπτέραν περιπλέεται σταδίοις ρνʹ· πεζῇ δὲ στάδιοι ρκʹ· ὁ τόπος Μίνως καλεῖται, εἰς ὃν κεῖνται νῆσοι τρεῖς, αἳ καλοῦνται Λευκαί. (345) ἀπὸ τῆς Μίνωος εἰς Ἀμφιμάτριον στάδιοι ρνʹ· ποταμός ἐστι καὶ λιμὴν περὶ αὐτὸν παραχειμαστικὸς, καὶ πύργον ἔχει. (346) ἀπὸ Ἀμφιματρίου εἰς Ὕδραμον στάδιοι ρʹ· πόλις ἐστίν· ἔχει αἰγιαλόν· καλεῖται δὲ ἡ πόλις Ἐλευθέρα· πεζῇ δὲ ἀναβῆναι ἀπὸ τοῦ Ἀμφιματρίου στάδιοι νʹ. (347) ἀπὸ Ἀμφιματρίου εἰς Ἀστάλην στάδιοι λʹ. λιμήν ἐστιν εὐωνύμως· ἔχει ὕδωρ. [ἐντεῦθεν Ἐλευθέρα ἀπὸ σταδίων νʹ.] (348) ἀπὸ Ἀστάλης εἰς Ἡράκλειον στάδιοι ρʹ· πόλις ἐστίν· ἔχει λιμένα καὶ ὕδωρ· ἀπὸ σταδίων κʹ πόλις κεῖται Κνωσός· ἀπόκειται δὲ καὶ νῆσος ἀπὸ σταδίων μʹ πρὸς δύσιν· καλεῖται Δῖος. (349) ἀπὸ τοῦ Ἡρακλείου εἰς Χερρόνησον πόλιν στάδιοι λʹ· ὕδωρ ἔχει καὶ νῆσον ἔχουσαν πύργον καὶ λιμένα. (350) ἀπὸ Χερρονήσου εἰς Ὀλοῦντα στάδιοι ξʹ· ἄκρα ἐστίν· ὕφορμον ἔχει καὶ ὕδωρ καλόν· ἀπέχει δὲ ἀπὸ τῆς γῆς σταδίους κʹ. *** (351) ἀπὸ Ὀλοῦντος εἰς Καμάραν στάδιοι ιεʹ. (352) ἀπὸ Καμάρας εἰς Ἑτέραν στάδιοι κεʹ. (353) ἀπὸ τῆς Ἑτέρας ἐπὶ τὴν Κητίαν ἄκραν στάδιοι ιεʹ· ὕφορμός ἐστιν, ἄνυδρος δέ. (354) ἀπὸ τῆς Κητίας ἄκρας εἰς Διονυσιάδας στάδιοι τʹ· νῆσοι εἰσὶ δύο, ἔχουσαι λιμένα καὶ ὕδωρ. (355) ἀπὸ Διονυσιάδων εἰς τὸ Σαμώνιον, ὅθεν ἠρξάμεθα περιάγειν τὴν Κρήτην, στάδιοι ρκʹ.

Ptol. III 15

ἡ Κρήτη περιορίζεται ἀπὸ μὲν δυσμῶν ὑπὸ τοῦ Ἀδριατικοῦ πελάγους, ἀπὸ δὲ ἄρκτων ὑπὸ τοῦ Κρητικοῦ πελάγους, ἀπὸ δὲ μεσημβρίας ὑπὸ τοῦ Λιβυκοῦ πελάγους, ἀπὸ δὲ ἀνατολῶν ὑπὸ τοῦ Καρπαθίου πελάγους. καὶ ἡ μὲν παράλιος αὐτῆς περιγραφὴν ἔχει τοιαύτην. (2) Δυτικῆς πλευρᾶς περιγραφή· Κώρυκος ἄκρα καὶ πόλις νβ´ ιβ´´ λδ´´ γο´´ Φαλάσαρνα νβ´ γ´´ λδ´ γο´´ Χερσόνησος νβ´ ��ʹʹ λδʹ ��ʹʹιβʹʹ Ῥαμνοῦς λιμήν νβʹ ��ʹʹ λδʹ ��ʹʹ Ἴνα χωρίον νβʹ ��ʹʹιβʹ λδʹ γʹʹ Κριοῦ μέτωπον ἄκρον νβʹ ��ʹʹιβʹʹ λδʹ ϛʹʹ. (3) Νοτίας πλευρᾶς περιγραφή· Λισσός νβʹ γοʹʹ λδʹ ιβʹ Τάρρα νβʹ ��ʹʹγʹʹ λδʹ γʹ Ποικιλάσιον νγʹ λδʹ ��ʹʹ Ἑρμαία ἄκρα νγʹ δʹʹ λδʹ γʹʹ ιβʹʹ Φοινικοῦς λιμήν νγʹ ��ʹʹδʹʹ λδʹ ��ʹʹγʹʹ Φοῖνιξ πόλις νγʹ ��ʹʹιβʹʹ λδʹ ��ʹʹδʹʹ Μεσσαλία ποτ. ἐκβολαί νγʹ ��ʹʹδʹʹ λδʹ γοʹʹ Ψύχιον νδʹ λδʹ ��ʹʹδʹʹ Ἠλέκτρα ποι. ἐκβολαί νδʹ ϛʹʹ λδʹ ��ʹʹδʹʹ Ματαλία νδʹ γʹʹ ιβʹʹ λδʹ ��ʹʹ Λέων ἄκρα νδʹ ��ʹʹιβʹʹ λδʹ ��ʹʹδʹʹ Λεβήνα νδʹ ��ʹʹιβʹʹ λδʹ ��ʹʹγʹʹ Καταρράκτου ποτ. ἐκβολαί νδʹ ��ʹʹδʹʹ λδʹ ��ʹʹγʹʹ Ληθαίου ποτ. ἐκβολαί νδʹ ��ʹʹγʹʹ λδʹʹ ��ʹʹγʹʹ ιβʹʹ Ἴνατος πόλις νεʹ λδʹ ��ʹʹγʹʹ ιβʹʹ Ἱερὸν ὄρος νεʹ ϛʹʹ λεʹ Ἱεράπυτνα νεʹ δʹʹ λεʹ ιβʹʹ Ἐρυθραῖον ἄκρον νεʹ γʹʹ λεʹ ιβʹʹ Ἄμπελος ἄκρα νεʹ ��ʹʹ λεʹ ϛʹʹ Ἰτανὸς πόλις νεʹ γοʹʹ λεʹ δʹʹ. (4) Ἀνατολικῆς πλευρᾶς περιγραφή· Σαμμώνιον ἄκρον νεʹ ��ʹʹγʹʹ λεʹ γʹ ιβʹʹ Μινῴα λιμήν νεʹ γʹʹ λεʹ δʹʹ Καμάρα πόλις νεʹ ϛʹʹ λεʹ γʹʹ Ὀλοῦς νεʹ λεʹ γʹʹ Χερσόνησος νδʹ ��ʹʹγʹʹ ιβʹʹ λεʹ γʹʹ Ζεφύριον ἄκρον νδʹ ��ʹʹδʹʹ λεʹ ��ʹʹ. (5) βορείας πλευρᾶς περιγραφή· Ἡράκλειον νδʹ ��ʹʹ λεʹ γʹʹ Πάνορμος νδʹ γʹʹ λεʹ δʹʹ Ἀπολλωνία νδʹ ϛʹʹ λεʹ δʹʹ Κύταιον νδʹ λεʹ δʹʹ Δῖον ἄκρον νγʹ ��ʹʹγʹʹ λεʹ ϛʹʹ Παντομάτριον νγʹ ��ʹʹδʹʹ λεʹ ιβʹʹ Ῥίθυμνα νγʹ ��ʹʹ λεʹ ιβʹʹ Ἀμφιμαλὴς κόλπος νγʹ δʹʹ λεʹ Δρέπανον ἄκρον νγʹ ϛʹʹ λεʹ ϛʹʹ Μινωία νγʹ λεʹ Πύκτου ποτ. ἐκβολαί νβʹ ��ʹʹγʹ λεʹ Κυδωνία νβʹ ��ʹʹδʹʹ λεʹ Κίσαμον ἄκρον νβʹ ��ʹʹ λεʹ Δικτυνναῖον νβʹ γʹ ιβʹʹ λδʹ ��ʹʹγʹ ιβʹʹ Ψάκον ἄκρον νβʹ γʹʹ λδʹ ��ʹʹγʹʹ Κίσαμος πόλις νβʹ γʹ ιβʹʹ λδʹ ��ʹʹδʹʹ. (6) ὄρη δέ ἐστιν ἐπίσημα ἐν τῇ Κρήτῃ τά τε καλούμενα Λευκὰ ὄρη νβʹ γοʹʹ λδʹ γοʹʹ καὶ ἡ Ἴδη ὄρος νδʹ λεʹ καὶ ἡ Δίκτη ὄρος νεʹ ��ʹʹ λεʹ δʹʹ. (7) πόλεις δέ εἰσιν ἐν τῇ Κρήτῃ μεσόγειοι αἵδε Πολυρρηνία νβʹ γʹʹ λδʹ ��ʹʹδʹʹ Ἄπτερα νγʹ λδʹ ��ʹʹγʹʹ ιβʹʹ Ὑρτανίκα νγʹ ιβʹʹ λδʹ ��ʹʹδʹʹ Λάππα νγʹ δʹʹ λδʹ ��ʹʹγʹʹ ιβʹ Σούβριτα νγʹ γοʹʹ λδʹ γοʹʹ Ἐλευθεραί νγʹ ��ʹʹδʹʹ λεʹ Γόρτυνα νδʹ δʹʹ λδʹ ��ʹʹγʹʹ Πάννονα νδʹ γοʹʹ λεʹ ϛʹʹ Κνωσός νδʹ ��ʹʹδʹʹ λεʹ ϛʹʹ Λύκτος νεʹ λεʹ ϛʹʹ. (8) νῆσοι δὲ παράκεινται τῇ Κρήτῃ ἥ τε Κλαῦδος νῆσος, ἐν ᾗ πόλις νγʹ ��ʹʹ λδʹ καὶ ἡ Λητῴα νῆσος νδʹ ��ʹʹ λδʹ ϛʹʹ καὶ ἡ Δῖα νῆσος νδʹ ��ʹʹ λεʹʹ γοʹʹ καὶ ἡ Κίμωλος νῆσος, ἐν ᾗ πόλις νδʹ γʹʹ λεʹ ��ʹʹ καὶ ἡ Μῆλος νῆσος, ἐν ᾗ πόλις νδʹ λεʹ ��ʹʹ.

Plin. IV 57-61

Aegila autem XV a Cythera, eademque a Cretae Phalasarna oppido XXV. (58) ipsa Creta, altero latere ad austrum, altero ad septentrionem versa, inter ortum occasumque porrigitur centum urbium clara fama. Dosiades eam a Crete nympha, Hesperidis filia, Anaximander a rege Curetum, Philistides Mallotes et Crates primum Aëriam dictam, deinde postea Curetim; et Macaron nonnulli a temperie caeli appellatam existimavere. latitudine nusquam L excedens et circa mediam sui partem maxime patens longitudine implet CCLXX, circuitu DLXXXVIIII, flectensque se in Creticum pelagus ab ea dictum, qua longissima est, ad orientem promunturium Samonium adversum Rhodo, ad occidentem Criu Metopon Cyrenas versus expellit. (59) oppida eius insignia Phalasarna, Elaea, Cisamon, Pergamum, Cydonea, Minoium, Apteron, Pautomatrium, Amphimala, Rhithymna, Panhormum, Cytaeum, Apollonia, Matium, Heraclea, Miletos, Ampelos, Hierapytna, Lebena, Hierapolis, et in mediterraneo Gortyna, Phaestum, Gnosus, Polyrrhenum, Myrina, Lycastos, Rhmanus, Lyctus, Dium, Asium, Pyloros, Rhytion, Elatos, Pherae, Olopyxos, Lasos, Eleuthernae, Therapnae, Marathusa, Tylisos; et aliorum circiter LX oppidorum memoria extat. montes Cadistus, Idaeus, Dictynnaeus, Corycus. (60) ipsa abest promunturio suo, quod vocatur Criu Metopon, ut prodit Agrippa, a Cyrenarum promunturio Phycunte CXXV, item Cadisto *** a Malea Peloponnesi LXXX, a Carpatho insula promunturio Samonio LX in favonium ventum. haec inter eam et Rhodum interiacet. (61) reliquae circa eam ante Peloponnesum duae Corycoe, totidem Mylae, et latere septentrionali dextra Cretam habenti contra Cydoneam Leuce et duae Budroe, contra Matium Dia, contra Itanum promunturium Onysia, Leuce, contra Hierapytham Chrysea, Gaudos. eodem tractu Ophiussa, Butoa, Ramnus circumvectisque Criu Metopon tres Acusagorus appellatae. ante Samonium promunturium Phocoe, Platiae, Syrnides, Naulochos, Harmedon, Zephyre.

Dion.Calliph. 110-125

Κρήτη τίς ἐστι κατὰ Κύθηρα κειμένη
νῆσος περίκλυστος· ἔστι δ’αὐτῆς τὸ μέγεθος
δισχιλίων καὶ πεντακοσίων που σχεδόν
σταδίων· ἁπασῶν δ’ἐστὶ πελαγιωτάτη,
στενὴ δὲ τελέως· ἐν δὲ ταύτῃ τρία γένη
ἀποικίαν ἔσχηκεν Ἑλλήνων· τὸ μέν
Λακεδαιμονίων, ἔπειτεν Ἀργείων, τὸ δέ
ἀπὸ τῶν Ἀθηναίων· ἔχει δὲ βάρβαρα
αὐτόχθονα γένη. φασὶ δ’ἐν Κρήτῃ πόλιν
εἶναι Φαλάσαρνα κειμένην πρὸς ἥλιον
δύνοντα, κλειστὸν λιμέν’ἔχουσαν χἱερόν
Ἀρτέμιδος ἅγιον, καὶ καλεῖσθαι τὴν θεόν
Δίκτυνναν· εἶτεν Ἀπτεραίαν λεγομένην
ἐν τῇ μεσογείᾳ· κᾆτα Κνωσσὸν ἐχομένην
καὶ πρὸς νότον Γόρτυναν· ἄλλαι τ’εἰσὶν ἐν
Κρήτῃ πόλεις, ἅς ἐστιν ἐργῶδες φράσαι.

Strabo X 4.1-15

ἐπεὶ δὲ πρῶτον περὶ τῶν τῆς Πελοποννήσου νήσων τῶν τε ἄλλων διῆλθον καὶ τῶν ἐν τῷ Κορινθιακῷ κόλπῳ καὶ τῶν πρὸ αὐτοῦ, περὶ τῆς Κρήτης ἐφεξῆς ῥητέον (καὶ γὰρ αὕτη τῆς Πελοποννήσου ἐστί) καὶ εἴ τις περὶ τὴν Κρήτην· ἐν δὲ ταύταις αἵ τε Κυκλάδες εἰσὶ καὶ αἱ Σποράδες, αἱ μὲν ἄξιαι μνήμης αἱ δ᾽ ἀσημότεραι. (2) νυνὶ δὲ περὶ τῆς Κρήτης πρῶτον λέγωμεν. Εὔδοξος μὲν οὖν ἐν τῷ Αἰγαίῳ φησὶν αὐτὴν ἱδρῦσθαι· δεῖ δὲ μὴ οὕτως, ἀλλὰ κεῖσθαι μὲν μεταξὺ τῆς Κυρηναίας καὶ τῆς Ἑλλάδος τῆς ἀπὸ Σουνίου μέχρι τῆς Λακωνικῆς, ἐπὶ μῆκος ταύταις ταῖς χώραις παράλληλον ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω· κλύζεσθαι δὲ ἀπὸ μὲν τῶν ἄρκτων τῷ Αἰγαίῳ πελάγει καὶ τῷ Κρητικῷ, ἀπὸ δὲ τοῦ νότου τῷ Λιβυκῷ τῷ συνάπτοντι πρὸς τὸ Αἰγύπτιον πέλαγος. τῶν δὲ ἄκρων τὸ μὲν ἑσπέριόν ἐστι τὸ περὶ Φαλάσαρνα, πλάτος ἔχον διακοσίων που σταδίων καὶ εἰς δύο ἀκρωτήρια μεριζόμενον (ὧν τὸ μὲν νότιον καλεῖται Κριοῦ μέτωπον τὸ δ᾽ ἀρκτικὸν Κίμαρος), τὸ δ᾽ ἑῷον τὸ Σαμώνιόν ἐστιν ὑπερπῖπτον τοῦ Σουνίου οὐ πολὺ πρὸς ἕω. (3) μέγεθος δὲ Σωσικράτης μέν, ὅν φησιν ἀκριβοῦν Ἀπολλόδωρος τὰ περὶ τὴν νῆσον, ἀφορίζεται μήκει μὲν πλειόνων ἢ δισχιλίων σταδίων καὶ τριακοσίων, πλάτει δὲ ὑπὸ τὸ μέγεθος, ὥσθ᾽ ὁ κύκλος κατὰ τοῦτον γίνοιτ᾽ ἂν πλέον ἢ πεντακισχίλιοι στάδιοι· Ἀρτεμίδωρος δὲ τετρακισχιλίους καὶ ἑκατόν φησιν. Ἱερώνυμος δὲ μῆκος δισχιλίων φήσας τὸ δὲ πλάτος ἀνώμαλον, πλειόνων ἂν εἴη λέγων τὸν κύκλον ἢ ὅσων Ἀρτεμίδωρος. κατὰ δὲ τὸ τρίτον μέρος τοῦ μήκους. ... τὸ δὲ ἔνθεν ἰσθμός ἐστιν ὡς ἑκατὸν σταδίων ἔχων κατοικίαν πρὸς μὲν τῇ βορείῳ θαλάττῃ Ἀμφίμαλλαν, πρὸς δὲ τῇ νοτίῳ Φοίνικα τὸν Λαμπέων· πλατυτάτη δὲ κατὰ τὸ μέσον ἐστί, πάλιν δ᾽ ἐντεῦθεν εἰς στενώτερον τοῦ προτέρου συμπίπτουσιν ἰσθμὸν αἱ ᾐόνες περὶ ἑξήκοντα σταδίων, τὸν ἀπὸ Μινῴας τῆς Λυττίων εἰς Ἱεράπυτναν καὶ τὸ Λιβυκὸν πέλαγος· ἐν κόλπῳ δ᾽ ἐστὶν ἡ πόλις. εἶτα πρόεισιν εἰς ὀξὺ ἀκρωτήριον τὸ Σαμώνιον ἐπὶ τὴν Αἴγυπτον νεῦον καὶ τὰς Ῥοδίων νήσους. (4) ἔστι δ᾽ ὀρεινὴ καὶ δασεῖα ἡ νῆσος, ἔχει δ᾽ αὐλῶνας εὐκάρπους. τῶν δ᾽ ὀρῶν τὰ μὲν πρὸς δύσιν καλεῖται Λευκά, οὐ λειπόμενα τοῦ Ταϋγέτου κατὰ τὸ ὕψος, ἐπὶ τὸ μῆκος δ᾽ ἐκτεταμένα ὅσον τριακοσίων σταδίων καὶ ποιοῦντα ῥάχιν τελευτῶσάν πως ἐπὶ τὰ στενά. ἐν μέσῳ δ᾽ ἐστὶ κατὰ τὸ εὐρυχωρότατον τῆς νήσου τὸ Ἰδαῖον ὄρος ὑψηλότατον τῶν ἐκεῖ, περιφερὲς δ᾽ ἐν κύκλῳ σταδίων ἑξακοσίων· περιοικεῖται δ᾽ ὑπὸ τῶν ἀρίστων πόλεων. ἄλλα δ᾽ ἐστὶ πάρισα τοῖς Λευκοῖς, τὰ μὲν ἐπὶ νότον τὰ δ᾽ ἐπὶ τὴν ἕω λήγοντα. (5) ἔστι δ᾽ ἀπὸ τῆς Κυρηναίας ἐπὶ τὸ Κριοῦ μέτωπον δυεῖν ἡμερῶν καὶ νυκτῶν πλοῦς, ἀπὸ δὲ Κιμάρου ἐπὶ Ταίναρον εἰσὶ στάδιοι ἑπτακόσιοι (μεταξὺ δὲ Κύθηρα), ἀπὸ δὲ τοῦ Σαμωνίου πρὸς Αἴγυπτον τεττάρων ἡμερῶν καὶ νυκτῶν πλοῦς, οἱ δὲ τριῶν φασι· σταδίων δ᾽ εἶναι τοῦτόν τινες πεντακισχιλίων εἰρήκασιν, οἱ δὲ ἔτι ἐλαττόνων. Ἐρατοσθένης δ᾽ ἀπὸ μὲν τῆς Κυρηναίας μέχρι Κριοῦ μετώπου δισχιλίους φησίν, ἔνθεν δ᾽ εἰς Πελοπόννησον ἐλάττους ... (6) «ἄλλη δ᾽ ἄλλων γλῶσσα μεμιγμένη» φησὶν ὁ ποιητής «ἐν μὲν Ἀχαιοί, ἐν δ᾽ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες, Δωριέες τε τριχάικες δῖοί τε Πελασγοί.» τούτων φησὶ Στάφυλος τὸ μὲν πρὸς ἕω Δωριεῖς κατέχειν, τὸ δὲ δυσμικὸν Κύδωνας, τὸ δὲ νότιον Ἐτεόκρητας, ὧν εἶναι πολίχνιον Πρᾶσον, ὅπου τὸ τοῦ Δικταίου Διὸς ἱερόν· τοὺς δ᾽ ἄλλους ἰσχύοντας πλέον οἰκῆσαι τὰ πεδία. τοὺς μὲν οὖν Ἐτεόκρητας καὶ τοὺς Κύδωνας αὐτόχθονας ὑπάρξαι εἰκός, τοὺς δὲ λοιποὺς ἐπήλυδας, οὓς ἐκ Θετταλίας φησὶν ἐλθεῖν Ἄνδρων τῆς Δωρίδος μὲν πρότερον νῦν δὲ Ἑστιαιώτιδος λεγομένης· ἐξ ἧς ὡρμήθησαν, ὥς φησιν, οἱ περὶ τὸν Παρνασσὸν οἰκήσαντες Δωριεῖς καὶ ἔκτισαν τήν τε Ἐρινεὸν καὶ Βοιὸν καὶ Κυτίνιον, ἀφ᾽ οὗ καὶ τριχάικες ὑπὸ τοῦ ποιητοῦ λέγονται. οὐ πάνυ δὲ τὸν τοῦ Ἄνδρωνος λόγον ἀποδέχονται, τὴν μὲν τετράπολιν Δωρίδα τρίπολιν ἀποφαίνοντος, τὴν δὲ μητρόπολιν τῶν Δωριέων ἄποικον Θετταλῶν· τριχάικας δὲ δέχονται ἤτοι ἀπὸ τῆς τριλοφίας ἢ ἀπὸ τοῦ τριχίνους εἶναι τοὺς λόφους. (7) πόλεις δ᾽ εἰσὶν ἐν τῇ Κρήτῃ πλείους μέν, μέγισται δὲ καὶ ἐπιφανέσταται τρεῖς, Κνωσσὸς Γόρτυνα Κυδωνία. διαφερόντως δὲ τὴν Κνωσσὸν καὶ Ὅμηρος ὑμνεῖ μεγάλην καλῶν καὶ βασίλειον τοῦ Μίνω καὶ οἱ ὕστερον. καὶ δὴ καὶ διετέλεσε μέχρι πολλοῦ φερομένη τὰ πρῶτα, εἶτα ἐταπεινώθη καὶ πολλὰ τῶν νομίμων ἀφῃρέθη, μετέστη δὲ τὸ ἀξίωμα εἴς τε Γόρτυναν καὶ Λύττον, ὕστερον δ᾽ ἀνέλαβε πάλιν τὸ παλαιὸν σχῆμα τὸ τῆς μητροπόλεως. κεῖται δ᾽ ἐν πεδίῳ κύκλον ἔχουσα ἡ Κνωσσὸς τὸν ἀρχαῖον τριάκοντα σταδίων, μεταξὺ τῆς Λυκτίας καὶ τῆς Γορτυνίας, διέχουσα τῆς μὲν Γορτύνης σταδίους διακοσίους, τῆς δὲ Λύττου, ἣν ὁ ποιητὴς Λύκτον ὠνόμασεν, ἑκατὸν εἴκοσι· τῆς δὲ θαλάττης Κνωσσὸς μὲν τῆς βορείου πέντε καὶ εἴκοσι, Γόρτυνα δὲ τῆς Λιβυκῆς ἐνενήκοντα, Λύττος δὲ καὶ αὐτὴ τῆς Λιβυκῆς ὀγδοήκοντα. ἔχει δ᾽ ἐπίνειον τὸ Ἡράκλειον ἡ Κνωσσός. (8) Μίνω δέ φασιν ἐπινείῳ χρήσασθαι τῷ Ἀμνισῷ, ὅπου τὸ τῆς Εἰλειθυίας ἱερόν. ἐκαλεῖτο δ᾽ ἡ Κνωσσὸς Καίρατος πρότερον ὁμώνυμος τῷ παραρρέοντι ποταμῷ. ἱστόρηται δ᾽ ὁ Μίνως νομοθέτης γενέσθαι σπουδαῖος θαλαττοκρατῆσαί τε πρῶτος, τριχῆ δὲ διελὼν τὴν νῆσον ἐν ἑκάστῳ τῷ μέρει κτίσαι πόλιν, τὴν μὲν Κνωσσὸν ἐν τῷ ... καταντικρὺ τῆς Πελοποννήσου· καὶ αὐτὴ δ᾽ ἐστὶ προσβόρειος. ὡς δ᾽ εἴρηκεν Ἔφορος, ζηλωτὴς ὁ Μίνως ἀρχαίου τινὸς Ῥαδαμάνθυος δικαιοτάτου ἀνδρὸς ὁμωνύμου τοῦ ἀδελφοῦ αὐτοῦ, ὃς πρῶτος τὴν νῆσον ἐξημερῶσαι δοκεῖ νομίμοις καὶ συνοικισμοῖς πόλεων καὶ πολιτείαις, σκηψάμενος παρὰ Διὸς φέρειν ἕκαστα τῶν τιθεμένων δογμάτων εἰς μέσον. τοῦτον δὴ μιμούμενος καὶ ὁ Μίνως δι᾽ ἐννέα ἐτῶν, ὡς ἔοικεν, ἀναβαίνων ἐπὶ τὸ τοῦ Διὸς ἄντρον καὶ διατρίβων ἐνθάδε, ἀπῄει συντεταγμένα ἔχων παραγγέλματά τινα, ἃ ἔφασκεν εἶναι προστάγματα τοῦ Διός· ἀφ᾽ ἧς αἰτίας καὶ τὸν ποιητὴν οὕτως εἰρηκέναι «ἐνθάδε Μίνως ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής.» τοιαῦτα δ᾽ εἰπόντος οἱ ἀρχαῖοι περὶ αὐτοῦ πάλιν ἄλλους εἰρήκασι λόγους ὑπεναντίους τούτοις, ὡς τυραννικός τε γένοιτο καὶ βίαιος καὶ δασμολόγος, τραγῳδοῦντες τὰ περὶ τὸν Μινώταυρον καὶ τὸν λαβύρινθον καὶ τὰ Θησεῖ συμβάντα καὶ Δαιδάλῳ. (9) ταῦτα μὲν οὖν ὁποτέρως ἔχει χαλεπὸν εἰπεῖν. ἔστι δὲ καὶ ἄλλος λόγος οὐχ ὁμολογούμενος, τῶν μὲν ξένον τῆς νήσου τὸν Μίνω λεγόντων τῶν δ᾽ ἐπιχώριον. ὁ μέντοι ποιητὴς τῇ δευτέρᾳ δοκεῖ μᾶλλον συνηγορεῖν ἀποφάσει, ὅταν φῇ ὅτι Ζεὺς «πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον.» ὑπὲρ τῆς Κρήτης ὁμολογεῖται διότι κατὰ τοὺς παλαιοὺς χρόνους ἐτύγχανεν εὐνομουμένη καὶ ζηλωτὰς ἑαυτῆς τοὺς ἀρίστους τῶν Ἑλλήνων ἀπέφηνεν, ἐν δὲ τοῖς πρώτοις Λακεδαιμονίους, καθάπερ Πλάτων τε ἐν τοῖς νόμοις δηλοῖ καὶ Ἔφορος ἐν τῇ Εὐρώπῃ ἀναγέγραφεν· ὕστερον δὲ πρὸς τὸ χεῖρον μετέβαλεν ἐπὶ πλεῖστον. μετὰ γὰρ τοὺς Τυρρηνούς, οἳ μάλιστα ἐδῄωσαν τὴν καθ᾽ ἡμᾶς θάλατταν, οὗτοί εἰσιν οἱ διαδεξάμενοι τὰ λῃστήρια· τούτους δ᾽ ἐπόρθησαν ὕστερον οἱ Κίλικες· κατέλυσαν δὲ πάντας Ῥωμαῖοι τήν τε Κρήτην ἐκπολεμήσαντες καὶ τὰ πειρατικὰ τῶν Κιλίκων φρούρια. νῦν δὲ Κνωσσὸς καὶ Ῥωμαίων ἀποικίαν ἔχει. (10) περὶ μὲν οὖν Κνωσσοῦ ταῦτα, πόλεως οὐκ ἀλλοτρίας ἡμῖν, διὰ δὲ τἀνθρώπινα καὶ τὰς ἐν αὐτοῖς μεταβολὰς καὶ συντυχίας ἐκλελειμμένων τῶν συμβολαίων τῶν ὑπαρξάντων ἡμῖν πρὸς τὴν πόλιν. Δορύλαος γὰρ ἦν ἀνὴρ τακτικός, τῶν Μιθριδάτου τοῦ Εὐεργέτου φίλων· οὗτος διὰ τὴν ἐν τοῖς πολεμικοῖς ἐμπειρίαν ξενολογεῖν ἀποδειχθεὶς πολὺς ἦν ἔν τε τῇ Ἑλλάδι καὶ τῇ Θρᾴκῃ, πολὺς δὲ καὶ τοῖς παρὰ τῆς Κρήτης ἰοῦσιν, οὔπω τὴν νῆσον ἐχόντων Ῥωμαίων, συχνοῦ δὲ ὄντος ἐν αὐτῇ τοῦ μισθοφορικοῦ καὶ στρατιωτικοῦ πλήθους, ἐξ οὗ καὶ τὰ λῃστήρια πληροῦσθαι συνέβαινεν. ἐπιδημοῦντος δὲ τοῦ Δορυλάου κατὰ τύχην ἐνέστη πόλεμος τοῖς Κνωσσίοις πρὸς τοὺς Γορτυνίους· αἱρεθεὶς δὲ στρατηγὸς καὶ κατορθώσας διὰ ταχέων ἤρατο τιμὰς τὰς μεγίστας, καὶ ἐπειδὴ μικρὸν ὕστερον ἐξ ἐπιβουλῆς δολοφονηθέντα ἔγνω τὸν Εὐεργέτην ὑπὸ τῶν φίλων ἐν Σινώπῃ, τὴν διαδοχὴν δὲ εἰς γυναῖκα καὶ παιδία ἥκουσαν, ἀπογνοὺς τῶν ἐκεῖ κατέμεινεν ἐν τῇ Κνωσσῷ· τεκνοποιεῖται δ᾽ ἐκ Μακέτιδος γυναικὸς Στερόπης τοὔνομα δύο μὲν υἱεῖς Λαγέταν καὶ Στρατάρχαν, ὧν τὸν Στρατάρχαν ἐσχατόγηρων καὶ ἡμεῖς ἤδη εἴδομεν, θυγατέρα δὲ μίαν. δυεῖν δὲ ὄντων υἱῶν τοῦ Εὐεργέτου διεδέξατο τὴν βασιλείαν Μιθριδάτης ὁ προσαγορευθεὶς Εὐπάτωρ ἕνδεκα ἔτη γεγονώς· τούτῳ σύντροφος ὑπῆρξεν ὁ τοῦ Φιλεταίρου Δορύλαος· ἦν δ᾽ ὁ Φιλέταιρος ἀδελφὸς τοῦ τακτικοῦ Δορυλάου. ἀνδρωθεὶς δ᾽ ὁ βασιλεὺς ἐπὶ τοσοῦτο ᾕρητο τῇ συντροφίᾳ τῇ πρὸς τὸν Δορύλαον ὥστ᾽ οὐκ ἐκεῖνον μόνον εἰς τιμὰς ἦγε τὰς μεγίστας, ἀλλὰ καὶ τῶν συγγενῶν ἐπεμελεῖτο καὶ τοὺς ἐν Κνωσσῷ μετεπέμπετο· ἦσαν δ᾽ οἱ περὶ Λαγέταν, τοῦ μὲν πατρὸς ἤδη τετελευτηκότος, αὐτοὶ δ᾽ ἠνδρωμένοι, καὶ ἧκον ἀφέντες τὰ ἐν Κνωσσῷ· τοῦ δὲ Λαγέτα θυγάτηρ ἦν ἡ μήτηρ τῆς ἐμῆς μητρός. εὐτυχοῦντος μὲν δὴ ἐκείνου συνευτυχεῖν καὶ τούτοις συνέβαινε, καταλυθέντος δὲ (ἐφωράθη γὰρ ἀφιστὰς τοῖς Ῥωμαίοις τὴν βασιλείαν ἐφ᾽ ᾧ αὐτὸς εἰς τὴν ἀρχὴν καταστήσεται) συγκατελύθη καὶ τὰ τούτων καὶ ἐταπεινώθησαν· ὠλιγωρήθη δὲ καὶ τὰ πρὸς τοὺς Κνωσσίους συμβόλαια καὶ αὐτοὺς μυρίας μεταβολὰς δεξαμένους. (11) ἀλλὰ γὰρ ὁ μὲν περὶ τῆς Κνωσσοῦ λόγος τοιοῦτος. μετὰ δὲ ταύτην δευτερεῦσαι δοκεῖ κατὰ τὴν δύναμιν ἡ τῶν Γορτυνίων πόλις. συμπράττουσαί τε γὰρ ἀλλήλαις ἅπαντας ὑπηκόους εἶχον αὗται τοὺς ἄλλους, στασιάσασαί τε διέστησαν τὰ κατὰ τὴν νῆσον· προσθήκη δ᾽ ἦν ἡ Κυδωνία μεγίστη ὁποτέροις προσγένοιτο. κεῖται δ᾽ ἐν πεδίῳ καὶ ἡ τῶν Γορτυνίων πόλις, τὸ παλαιὸν μὲν ἴσως τετειχισμένη (καθάπερ καὶ Ὅμηρος εἴρηκε «Γόρτυνά τε τειχήεσσαν»), ὕστερον δ᾽ ἀποβαλοῦσα τὸ τεῖχος ἐκ θεμελίων καὶ πάντα τὸν χρόνον μείνασα ἀτείχιστος· καὶ γὰρ ὁ Φιλοπάτωρ Πτολεμαῖος ἀρξάμενος τειχίζειν ὅσον ἐπὶ ὀγδοήκοντα σταδίους παρῆλθε μόνον· ἀξιόλογον δ᾽ οὖν ἐξεπλήρου ποτὲ κύκλον ἡ οἴκησις ὅσον πεντήκοντα σταδίων· διέχει δὲ τῆς Λιβυκῆς θαλάττης κατὰ Λεβῆνα τὸ ἐμπόριον αὐτῆς ἐνενήκοντα· ἔχει δέ τι καὶ ἄλλο ἐπίνειον τὸ Μάταλον, διέχει δ᾽ αὐτῆς ἑκατὸν τριάκοντα. διαρρεῖ δ᾽ αὐτὴν ὅλην ὁ Ληθαῖος ποταμός. (12) ἐκ δὲ Λεβῆνος ἦν Λευκοκόμας τε καὶ ὁ ἐραστὴς αὐτοῦ Εὐξύνθετος, οὓς ἱστορεῖ Θεόφραστος ἐν τῷ περὶ ἔρωτος λόγῳ, ἄθλων ὧν ὁ Λευκοκόμας τῷ Εὐξυνθέτῳ προσέταξεν ἕνα φήσας εἶναι τοῦτον, τὸν ἐν Πράσῳ κύνα ἀναγαγεῖν αὐτῷ· ὅμοροι δ᾽ εἰσὶν αὐτοῖς οἱ Πράσιοι, τῆς μὲν θαλάττης ἑβδομήκοντα Γόρτυνος δὲ διέχοντες ἑκατὸν καὶ ὀγδοήκοντα. εἴρηται δὲ ὅτι τῶν Ἐτεοκρήτων ὑπῆρχεν ἡ Πρᾶσος καὶ διότι ἐνταῦθα τὸ τοῦ Δικταίου Διὸς ἱερόν· καὶ γὰρ ἡ Δίκτη πλησίον, οὐχ ὡς Ἄρατος «ὄρεος σχεδὸν Ἰδαίοιο». καὶ γὰρ χιλίους ἡ Δίκτη τῆς Ἴδης ἀπέχει, πρὸς ἀνίσχοντα ἥλιον ἀπ᾽ αὐτῆς κειμένη, τοῦ δὲ Σαμωνίου ἑκατόν. μεταξὺ δὲ τοῦ Σαμωνίου καὶ τῆς Χερρονήσου ἡ Πρᾶσος ἵδρυτο ὑπὲρ τῆς θαλάττης ἑξήκοντα σταδίοις· κατέσκαψαν δ᾽ Ἱεραπύτνιοι. οὐκ εὖ δὲ οὐδὲ τὸν Καλλίμαχον λέγειν φασίν, ὡς ἡ Βριτόμαρτις φεύγουσα τὴν Μίνω βίαν ἀπὸ τῆς Δίκτης ἅλοιτο εἰς ἁλιέων δίκτυα, καὶ διὰ τοῦτο αὐτὴ μὲν Δίκτυννα ὑπὸ τῶν Κυδωνιατῶν προσαγορευθείη, Δίκτη δὲ τὸ ὄρος· οὐδὲ γὰρ ὅλως ἐκ γειτόνων ἐστὶ τοῖς τόποις τούτοις ἡ Κυδωνία, πρὸς δὲ τοῖς ἑσπερίοις κεῖται τῆς νήσου πέρασι. τῆς μέντοι Κυδωνίας ὄρος ἐστὶ Τίτυρος, ἐν ᾧ ἱερόν ἐστιν οὐ Δικταῖον ἀλλὰ Δικτύνναιον. (13) Κυδωνία δ᾽ ἐπὶ θαλάττῃ μὲν ἵδρυται βλέπουσα πρὸς τὴν Λακωνικήν, διέχει δ᾽ ἑκατέρας τὸ ἴσον τῆς τε Κνωσσοῦ καὶ τῆς Γόρτυνος οἷον ὀκτακοσίους σταδίους, Ἀπτέρας δὲ ὀγδοήκοντα, τῆς ταύτῃ δὲ θαλάττης τετταράκοντα. Ἀπτέρας δ᾽ ἐπίνειόν ἐστι Κίσαμος· πρὸς ἑσπέραν δ᾽ ὅμοροι τοῖς Κυδωνιάταις Πολυρρήνιοι, παρ᾽ οἷς ἐστι τὸ τῆς Δικτύννης ἱερόν· ἀπέχουσι δὲ τῆς θαλάττης ὡς τριάκοντα σταδίους, Φαλασάρνης δὲ ἑξήκοντα. κωμηδὸν δ᾽ ᾤκουν πρότερον· εἶτ᾽ Ἀχαιοὶ καὶ Λάκωνες συνῴκησαν τειχίσαντες ἐρυμνὸν χωρίον βλέπον πρὸς μεσημβρίαν. (14) τῶν δ᾽ ὑπὸ Μίνω συνῳκισμένων τριῶν τὴν λοιπὴν (Φαιστὸς δ᾽ ἦν αὕτη) κατέσκαψαν Γορτύνιοι, τῆς μὲν Γόρτυνος διέχουσαν ἑξήκοντα, τῆς δὲ θαλάττης εἴκοσι, τοῦ δὲ Ματάλου τοῦ ἐπινείου τετταράκοντα· τὴν δὲ χώραν ἔχουσιν οἱ κατασκάψαντες. Γορτυνίων δ᾽ ἐστὶ καὶ τὸ Ῥύτιον σὺν τῇ Φαιστῷ «Φαιστόν τε Ῥύτιόν τε». ἐκ δὲ τῆς Φαιστοῦ τὸν τοὺς καθαρμοὺς ποιήσαντα διὰ τῶν ἐπῶν Ἐπιμενίδην φασὶν εἶναι. καὶ ὁ Λισσὴν δὲ τῆς Φαιστίας. Λύττου δέ, ἧς ἐμνήσθημεν καὶ πρότερον, ἐπίνειόν ἐστιν ἡ λεγομένη Χερρόνησος, ἐν ᾗ τὸ τῆς Βριτομάρτεως ἱερόν· αἱ δὲ συγκαταλεχθεῖσαι πόλεις οὐκέτ᾽ εἰσὶ Μίλητός τε καὶ Λύκαστος, τὴν δὲ χώραν τὴν μὲν ἐνείμαντο Λύττιοι τὴν δὲ Κνώσσιοι κατασκάψαντες τὴν πόλιν. (15) τοῦ δὲ ποιητοῦ τὸ μὲν ἑκατόμπολιν λέγοντος τὴν Κρήτην τὸ δὲ ἐνενηκοντάπολιν, Ἔφορος μὲν ὕστερον ἐπικτισθῆναι τὰς δέκα φησὶ μετὰ τὰ Τρωικὰ ὑπὸ τῶν Ἀλθαιμένει τῷ Ἀργείῳ συνακολουθησάντων Δωριέων· τὸν μὲν οὖν Ὀδυσσέα λέγει ἐνενηκοντάπολιν ὀνομάσαι· οὗτος μὲν οὖν πιθανός ἐστιν ὁ λόγος, ἄλλοι δ᾽ ὑπὸ τῶν Ἰδομενέως ἐχθρῶν κατασκαφῆναί φασι τὰς δέκα· ἀλλ᾽ οὔτε κατὰ τὰ Τρωικά φησιν ὁ ποιητὴς ἑκατοντάπολιν ὑπάρξαι τὴν Κρήτην, ἀλλὰ μᾶλλον κατ᾽ αὐτόν (ἐκ γὰρ τοῦ ἰδίου προσώπου λέγει· εἰ δ᾽ ἐκ τῶν τότε ὄντων τινὸς ἦν ὁ λόγος, καθάπερ ἐν τῇ Ὀδυσσείᾳ, ἡνίκα ἐνενηκοντάπολιν φράζει, καλῶς εἶχεν ἂν οὕτω δέχεσθαι), οὔτ᾽ εἰ συγχωρήσαιμεν τοῦτό γε, ὁ ἑξῆς λόγος σώζοιτ᾽ ἄν. οὔτε γὰρ κατὰ τὴν στρατείαν οὔτε μετὰ τὴν ἐπάνοδον τὴν ἐκεῖθεν τοῦ Ἰδομενέως εἰκός ἐστιν ὑπὸ τῶν ἐχθρῶν αὐτοῦ τὰς πόλεις ἠφανίσθαι ταύτας· ὁ γὰρ ποιητὴς φήσας «πάντας δ᾽ Ἰδομενεὺς Κρήτην εἰσήγαγ᾽ ἑταίρους, οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔτιν᾽ ἀπηύρα», καὶ τούτου τοῦ πάθους ἐμέμνητ᾽ ἄν· οὐ γὰρ δήπου Ὀδυσσεὺς μὲν ἔγνω τὸν ἀφανισμὸν τῶν πόλεων ὁ μηδενὶ συμμίξας τῶν Ἑλλήνων μήτε κατὰ τὴν πλάνην μήθ᾽ ὕστερον, ὁ δὲ καὶ συστρατεύσας τῷ Ἰδομενεῖ καὶ συνανασωθεὶς οὐκ ἔγνω τὰ συμβάντα οἴκοι αὐτῷ. ἀλλὰ μὴν οὐδὲ μετὰ τὴν ἐπάνοδον· εἰ γὰρ μετὰ πάντων ἐσώθη τῶν ἑταίρων, ἰσχυρὸς ἐπανῆλθεν, ὥστ᾽ οὐκ ἔμελλον ἰσχύσειν οἱ ἐχθροὶ τοσοῦτον ὅσον δέκα ἀφαιρεῖσθαι πόλεις αὐτόν. τῆς μὲν οὖν χώρας τῶν Κρητῶν τοιαύτη τις ἡ περιοδεία.

Mela Chorogr. II 111-113

super eas iam in medio mari ingens et centum quondam urbibus habitata (112) Crete ad orientem Samonium, ad occidentem Criu metopon inmittit, nisi maior esset, Cypri similis, multis famigerata fabulis, adventu Europae, Pasiphaae et Ariadnae amoribus, Minotauri feritate fatoque, Daedali operibus et fuga, Tali statione atque morte, maxime tamen eo quod ibi sepulti Iovis paene clarum vestigium, sepulcrum cui nomen eius insculptum est adcolae ostendunt. urbium notissimae (113) Cnossos, Gortyna, Lyctos, Lycastos, Olopyxos, Therapnae, Cydonea, Moratusa, Dictynna. inter colles quod ibi nutritum Iovem accepimus fama Idaei montis excellit.

Hierocl. Synecd. 649-651

ἐπαρχία Κρήτης, ὑπὸ κονσιλάριον, πόλεις κβ. Μητρόπολις Γορτύνα. Ἴνατος. Βιέννα. Ἱεραπύδνα. (650) Καμάρα. Ἄλυγγος. Χερσόνησος. Λύκτος. Ἀρκαδία. Κόνοσος. Σούβριτος. Ὀάξιος. Ἐλευθέρνα. Λάμπαι. Ἄπτερα. Κυδωνέα. Κίσαμος. Καντανία. Ἔλυρος. Λίσσος. (651) Φοινίκη ἤτοι Ἀραδένα. Νῆσος Κλαῦδος.

Sinecismo fra Hierapytna e Larisa: Strabo IX 5.19

Λάρισα δ’ ἐστὶ καὶ ἐν τῇ Ὄσσῃ χωρίον· καὶ ἡ Κρεμαστή, ὑπό τινων δὲ Πελασγία λεγομένη· καὶ ἐν τῇ Κρήτῃ πόλις ἡ νῦν εἰς Ἱεράπυτναν συνοικισθεῖσα, ἀφ’ ἧς καὶ τὸ ὑποκείμενον πεδίον νῦν Λαρίσιον καλεῖται.

Pergamos: Plut. Lyc. XXXI 4

τελευτῆσαι δὲ τὸν Λυκοῦργον οἱ μὲν ἐν Κίρρᾳ λέγουσιν, Ἀπολλόθεμις δὲ εἰς Ἦλιν κομισθέντα, Τίμαιος δὲ καὶ Ἀριστόξενος ἐν Κρήτῃ καταβιώσαντα· καὶ τάφον Ἀριστόξενος αὐτοῦ δείκνυσθαί φησιν ὑπὸ Κρητῶν τῆς Περγαμίας περὶ τὴν ξενικὴν ὁδόν.

Mykenai, Tegea, Pergamos: Vell. I 1

at rex regum Agamemnon, tempestate in Cretam insulam reiectus, tres ibi urbes statuit, duas a patriae nomine, unam a uictoriae memoria, Mycenas, Tegeam, Pergamum.

Katre: Hdn. III 1.340

Κάτρη καὶ αὕτη πόλις Κρητικὴ ἀπὸ Κάτρεως.

Kydones: Hom. Od. III 291-292

ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,

ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.

Achaia: Schol. ad Apoll. IV 175 b, Etym. M. s.v. Ἀχαιϊνέα, Hsch. s.v. ἀχαιῖναι

Schol. ad Apoll. IV 175 b: ἀχαιϊνέην· Ἀχαία ἐστὶ τῆς Κρήτης πόλις, ἐν ᾗ γίνονται ἀχαιϊνέαι λεγόμενοι ἔλαφοι. ... καὶ οἱ σπαθίναι λεγόμενοι ἔλαφοι, οἱ δὲ κέρατα μεγάλα ἔχοντες κεράσται.

Etym. M. s.v. Ἀχαιϊνέα· Ἡ ἔλαφος. Ἀπολλώνιος, ἥν τ’ἀγρῶται ἀχαιϊνέη, καλέουσιν. ἀπὸ Ἀχαιϊνέας πόλεως, ἐν ᾗ εἴδη εἰσὶν ἐλάφων μεγάλων.

Hsch. s.v. ἀχαιῖναι {καὶ σπαθίναι}· ἐλάφων ἡλικίαι.

Eventi storici

Vendetta dei Cretesi per la morte di Minosse: Hdt. VII 170-171

λέγεται γὰρ Μίνων κατὰ ζήτησιν Δαιδάλου ἀπικόμενον ἐς Σικανίην τὴν νῦν Σικελίην καλεομένην ἀποθανεῖν βιαίῳ θανάτῳ. ἀνὰ δὲ χρόνον Κρῆτας θεοῦ σφέας ἐποτρύναντος, πάντας πλὴν Πολιχνιτέων τε καὶ Πραισίων, ἀπικομένους στόλῳ μεγάλῳ ἐς Σικανίην πολιορκέειν ἐπ’ ἔτεα πέντε πόλιν Καμικόν, τὴν κατ’ ἐμὲ Ἀκραγαντῖνοι ἐνέμοντο· τέλος δὲ οὐ δυναμένους οὔτε ἑλεῖν οὔτε παραμένειν λιμῷ συνεστεῶτας, ἀπολιπόντας οἴχεσθαι. Ὡς δὲ κατὰ Ἰηπυγίην γενέσθαι πλέοντας, ὑπολαβόντα σφέας χειμῶνα μέγαν ἐκβαλεῖν ἐς τὴν γῆν· συναραχθέντων δὲ τῶν πλοίων (οὐδεμίαν γάρ σφι ἔτι κομιδὴν ἐς Κρήτην φαίνεσθαι), ἐνθαῦτα Ὑρίην πόλιν κτίσαντας καταμεῖναί τε καὶ μεταβαλόντας ἀντὶ μὲν Κρητῶν γενέσθαι Ἰήπυγας Μεσσαπίους, ἀντὶ δὲ ⟨τοῦ⟩ εἶναι νησιώτας ἠπειρώτας. ἀπὸ δὲ Ὑρίης πόλιος τὰς ἄλλας οἰκίσαι, τὰς δὴ Ταραντῖνοι χρόνῳ ὕστερον πολλῷ ἐξανιστάντες προσέπταισαν μεγάλως ὥστε φόνος Ἑλληνικὸς μέγιστος οὗτος δὴ ἐγένετο πάντων τῶν ἡμεῖς ἴδμεν, αὐτῶν τε Ταραντίνων καὶ Ῥηγίνων, οἳ ὑπὸ Μικύθου τοῦ Χοίρου ἀναγκαζόμενοι τῶν ἀστῶν [καὶ] ἀπικόμενοι τιμωροὶ Ταραντίνοισι ἀπέθανον τρισχίλιοι οὗτοι· αὐτῶν δὲ Ταραντίνων οὐκ ἐπῆν ἀριθμός. ὁ δὲ Μίκυθος, οἰκέτης ἐὼν Ἀναξίλεω, ἐπίτροπος Ῥηγίου κατελέλειπτο, οὗτος ὅς περ ἐκπεσὼν ἐκ Ῥηγίου καὶ Τεγέην τὴν Ἀρκάδων οἰκήσας ἀνέθηκε ἐν Ὀλυμπίῃ τοὺς πολλοὺς (171) ἀνδριάντας. ἀλλὰ τὰ μὲν κατὰ Ῥηγίνους τε καὶ Ταραντίνους τοῦ λόγου μοι παρενθήκη γέγονε. ἐς δὲ τὴν Κρήτην ἐρημωθεῖσαν, ὡς λέγουσι Πραίσιοι, ἐσοικίζεσθαι ἄλλους τε ἀνθρώπους καὶ μάλιστα Ἕλληνας, τρίτῃ δὲ γενεῇ μετὰ Μίνων τελευτήσαντα γενέσθαι τὰ Τρωικά, ἐν τοῖσι οὐ φλαυροτάτους φαίνεσθαι ἐόντας Κρῆτας τιμωροὺς Μενέλεῳ. Ἀντὶ τούτων δέ σφι ἀπονοστήσασι ἐκ Τροίης λιμόν τε καὶ λοιμὸν γενέσθαι καὶ αὐτοῖσι καὶ τοῖσι προβάτοισι, ὥστε τὸ δεύτερον ἐρημωθείσης Κρήτης μετὰ τῶν ὑπολοίπων τρίτους αὐτὴν νῦν νέμεσθαι Κρῆτας. ἡ μὲν δὴ Πυθίη ὑπομνήσασα ταῦτα ἔσχε βουλομένους τιμωρέειν τοῖσι Ἕλλησι.

Etearchos re di Axos: Hdt. IV 154-155

ἔστι τῆς Κρήτης Ὀαξὸς πόλις, ἐν τῇ ἐγένετο Ἐτέαρχος βασιλεύς, ὃς ἐπὶ θυγατρὶ ἀμήτορι τῇ οὔνομα ἦν Φρονίμη, ἐπὶ ταύτῃ ἔγημε ἄλλην γυναῖκα. ἡ δὲ ἐπεσελθοῦσα ἐδικαίου καὶ τῷ ἔργῳ εἶναι μητρυιὴ τῇ Φρονίμῃ, παρέχουσά τε κακὰ καὶ πᾶν ἐπ’ αὐτῇ μηχανωμένη, καὶ τέλος μαχλοσύνην ἐπενείκασά οἱ πείθει τὸν ἄνδρα ταῦτα ἔχειν οὕτω. ὁ δὲ ἀναγνωσθεὶς ὑπὸ τῆς γυναικὸς ἔργον οὐκ ὅσιον ἐμηχανᾶτο ἐπὶ τῇ θυγατρί. Ἦν γὰρ δὴ Θεμίσων ἀνὴρ Θηραῖος ἔμπορος ἐν τῇ Ὀαξῷ· τοῦτον ὁ Ἐτέαρχος παραλαβὼν ἐπὶ ξείνια ἐξορκοῖ ἦ μέν οἱ διηκονήσειν ὅ τι ἂν δεηθῇ. Ἐπείτε δὴ ἐξώρκωσε, ἀγαγών οἱ παραδιδοῖ τὴν ἑωυτοῦ θυγατέρα καὶ ταύτην ἐκέλευε καταποντῶσαι ἀπαγαγόντα. ὁ δὲ Θεμίσων περιημεκτήσας τῇ ἀπάτῃ τοῦ ὅρκου καὶ διαλυσάμενος τὴν ξεινίην ἐποίεε τοιάδε· παραλαβὼν τὴν παῖδα ἀπέπλεε, ὡς δὲ ἐγίνετο ἐν τῷ πελάγεϊ, ἀποσιούμενος τὴν ἐξόρκωσιν τοῦ Ἐτεάρχου σχοινίοισι αὐτὴν διαδήσας κατῆκε ἐς τὸ πέλαγος, ἀνασπάσας δὲ ἀπίκετο ἐς (155) τὴν Θήρην. Ἐνθεῦτεν δὲ τὴν Φρονίμην παραλαβὼν Πολύμνηστος, ἐὼν τῶν Θηραίων ἀνὴρ δόκιμος, ἐπαλλακεύετο.

Fondazione di Cirene da parte di Corobio di Itanos (631/630 a.C.): Hdt. IV 151-152

ἑπτὰ δὲ ἐτέων μετὰ ταῦτα οὐκ ὗε τὴν Θήρην, ἐν τοῖσι τὰ δένδρεα πάντα σφι τὰ ἐν τῇ νήσῳ πλὴν ἑνὸς ἐξαυάνθη. χρεωμένοισι δὲ τοῖσι Θηραίοισι προέφερε ἡ Πυθίη τὴν ἐς Λιβύην ἀποικίην. ἐπείτε δὲ κακοῦ οὐδὲν ἦν σφι μῆχος, πέμπουσι ἐς Κρήτην ἀγγέλους διζημένους εἴ τις Κρητῶν ἢ μετοίκων ἀπιγμένος εἴη ἐς Λιβύην. περιπλανώμενοι δὲ αὐτὴν οὗτοι ἀπίκοντο καὶ ἐς Ἴτανον πόλιν, ἐν ταύτῃ δὲ συμμίσγουσι ἀνδρὶ πορφυρέϊ τῷ οὔνομα ἦν Κορώβιος, ὃς ἔφη ὑπ’ ἀνέμων ἀπενειχθεὶς ἀπικέσθαι ἐς Λιβύην καὶ Λιβύης ἐς Πλατέαν νῆσον. μισθῷ δὲ τοῦτον πείσαντες ἦγον ἐς Θήρην. ἐκ δὲ Θήρης ἔπλεον κατάσκοποι ἄνδρες τὰ πρῶτα οὐ πολλοί· κατηγησαμένου δὲ τοῦ Κορωβίου ἐς τὴν νῆσον ταύτην δὴ τὴν Πλατέαν τὸν μὲν Κορώβιον λείπουσι, σιτία παρακαταλιπόντες ὅσων δὴ μηνῶν, αὐτοὶ δὲ ἔπλεον τὴν ταχίστην ἀπαγγελέοντες Θηραίοισι περὶ τῆς (152) νήσου. ἀποδημεόντων δὲ τούτων πλέω χρόνον τοῦ συγκειμένου, τὸν Κορώβιον ἐπέλιπε τὰ πάντα. μετὰ δὲ ταῦτα νηῦς Σαμίη, τῆς ναύκληρος ἦν Κωλαῖος, πλέουσα ἐπ’ Αἰγύπτου ἀπηνείχθη ἐς τὴν Πλατέαν ταύτην· πυθόμενοι δὲ οἱ Σάμιοι παρὰ τοῦ Κορωβίου τὸν πάντα λόγον σιτία οἱ ἐνιαυτοῦ καταλείπουσι. αὐτοὶ δέ, ἀναχθέντες ἐκ τῆς νήσου καὶ γλιχόμενοι Αἰγύπτου, ἔπλεον ἀποφερόμενοι ἀπηλιώτῃ ἀνέμῳ· καὶ οὐ γὰρ ἀνίει τὸ πνεῦμα, Ἡρακλέας στήλας διεκπερήσαντες ἀπίκοντο ἐς Ταρτησσόν, θείῃ πομπῇ χρεώμενοι. τὸ δὲ ἐμπόριον τοῦτο ἦν ἀκήρατον τοῦτον τὸν χρόνον, ὥστε ἀπονοστήσαντες οὗτοι ὀπίσω μέγιστα δὴ Ἑλλήνων πάντων τῶν ἡμεῖς ἀτρεκείην ἴδμεν ἐκ φορτίων ἐκέρδησαν, μετά γε Σώστρατον τὸν Λαοδάμαντος Αἰγινήτην· τούτῳ γὰρ οὐκ οἷά τέ ἐστι ἐρίσαι ἄλλον.

Stanziamento di Samii ed Egineti a Kydonia (524-519 a.C.): Hdt. III 44, 58-59

44: ἐπὶ τοῦτον δὴ ὦν τὸν Πολυκράτεα εὐτυχέοντα τὰ πάντα ἐστρατεύοντο Λακεδαιμόνιοι ἐπικαλεσαμένων τῶν μετὰ ταῦτα Κυδωνίην τὴν ἐν Κρήτῃ κτισάντων Σαμίων.

58-59: πυθόμενοι δ’ ἰθὺς ἧκον οἱ Σίφνιοι βοηθέοντες καὶ συμβαλόντες αὐτοῖσι ἑσσώθησαν, καὶ αὐτῶν πολλοὶ ἀπεκληίσθησαν τοῦ ἄστεος ὑπὸ τῶν Σαμίων. καὶ αὐτοὺς μετὰ ταῦτα ἑκατὸν τάλαντα ἔπρηξαν. (59) παρὰ δὲ Ἑρμιονέων νῆσον ἀντὶ χρημάτων παρέλαβον, Ὑδρέαν τὴν ἐπὶ Πελοποννήσῳ, καὶ αὐτὴν Τροιζηνίοισι παρακατέθεντο· αὐτοὶ δὲ Κυδωνίην τὴν ἐν Κρήτῃ ἔκτισαν, οὐκ ἐπὶ τοῦτο πλέοντες ἀλλὰ Ζακυνθίους ἐξελῶντες ἐκ τῆς νήσου. ἔμειναν δ’ ἐν ταύτῃ καὶ εὐδαιμόνησαν ἐπ’ ἔτεα πέντε, ὥστε τὰ ἱρὰ τὰ ἐν Κυδωνίῃ ἐόντα νῦν οὗτοί εἰσι οἱ ποιήσαντες καὶ τὸν τῆς Δικτύνης νηόν. ἕκτῳ δὲ ἔτεϊ Αἰγινῆται αὐτοὺς ναυμαχίῃ νικήσαντες ἠνδραποδίσαντο μετὰ Κρητῶν, καὶ τῶν νεῶν καπρίους ... ἐχουσέων τὰς πρῴρας ἠκρωτηρίασαν καὶ ἀνέθεσαν ἐς τὸ ἱρὸν τῆς Ἀθηναίης ἐν Αἰγίνῃ. ταῦτα δὲ ἐποίησαν ἔγκοτον ἔχοντες Σαμίοισι Αἰγινῆται· πρότεροι γὰρ Σάμιοι ἐπ’ Ἀμφικράτεος βασιλεύοντος ἐν Σάμῳ στρατευσάμενοι ἐπ’ Αἴγιναν μεγάλα κακὰ ἐποίησαν Αἰγινήτας καὶ ἔπαθον ὑπ’ ἐκείνων· ἡ μὲν αἰτίη αὕτη.

Presa di Polichna da parte di Kydonia (429 a.C.): Thuc. II 85.4-6

πέμπει δὲ καὶ ὁ Φορμίων ἐς τὰς Ἀθήνας τήν τε παρασκευὴν αὐτῶν ἀγγελοῦντας καὶ περὶ τῆς ναυμαχίας ἣν ἐνίκησαν φράσοντας, καὶ κελεύων αὑτῷ ναῦς ὅτι πλείστας διὰ τάχους ἀποστεῖλαι, ὡς καθ’ ἡμέραν ἑκάστην ἐλπίδος οὔσης αἰεὶ ναυμαχήσειν. (5) οἱ δὲ ἀποπέμπουσιν εἴκοσι ναῦς αὐτῷ, τῷ δὲ κομίζοντι αὐτὰς προσεπέστειλαν ἐς Κρήτην πρῶτον ἀφικέσθαι. Νικίας γὰρ Κρὴς Γορτύνιος πρόξενος ὢν πείθει αὐτοὺς ἐπὶ Κυδωνίαν πλεῦσαι, φάσκων προσποιήσειν αὐτὴν οὖσαν πολεμίαν· ἐπῆγε δὲ Πολιχνίταις χαριζόμενος ὁμόροις τῶν Κυδωνιατῶν. (6) καὶ ὁ μὲν λαβὼν τὰς ναῦς ᾤχετο ἐς Κρήτην, καὶ μετὰ τῶν Πολιχνιτῶν ἐδῄου τὴν γῆν τῶν Κυδωνιατῶν, καὶ ὑπ’ ἀνέμων καὶ ἀπλοίας ἐνδιέτριψεν οὐκ ὀλίγον χρόνον.

Xenikos polemos (346-343 a.C.): Diod. XVI 62.3-63.4

ἀθροισθέντες δ’ εἰς Μαλέαν ἄκραν τῆς Λακωνικῆς ἐκεῖ κατέλαβον ἐκ Κρήτης καταπεπλευκότας Κνωσσίους πρέσβεις ἐπὶ συναγωγῇ μισθοφόρων· ὧν διαλεχθέντων τῷ τε Φαλαίκῳ καὶ τοῖς ἡγεμόσι καὶ δόντων ἀξιολόγους τοὺς μισθοὺς μετὰ τούτων ἅπαντες ἐξέπλευσαν. κατάραντες δὲ τῆς Κρήτης εἰς Κνωσσὸν εὐθὺς ἐξ ἐφόδου πόλιν κατελάβοντο (62.4) τὴν καλουμένην Λύκτον. τοῖς δὲ Λυκτίοις ἐκ τῆς πατρίδος ἐκπεπτωκόσι παράδοξος καὶ σύντομος ἐφάνη βοήθεια. περὶ γὰρ τοὺς αὐτοὺς χρόνους Ταραντίνων διαπολεμούντων πρὸς Λευκανοὺς καὶ πρὸς Λακεδαιμονίους, ὄντας προγόνους ἑαυτῶν, πεμψάντων πρέσβεις περὶ βοηθείας οἱ μὲν Σπαρτιᾶται διὰ τὴν συγγένειαν προθύμως ἔχοντες συμμαχῆσαι ταχέως δύναμιν ἤθροιζον πεζικήν τε καὶ ναυτικὴν καὶ ταύτης στρατηγὸν ἀπέδειξαν Ἀρχίδαμον τὸν βασιλέα· μελλόντων δ’ ἀπαίρειν εἰς τὴν Ἰταλίαν, ἠξίωσαν οἱ Λύκτιοι πρῶτον αὐτοῖς βοηθῆσαι· οἱ δὲ Λακεδαιμόνιοι πεισθέντες καὶ πλεύσαντες εἰς τὴν Κρήτην τοὺς μισθοφόρους ἐνίκη (63.1) σαν, τοῖς δὲ Λυκτίοις ἀνέσωσαν τὴν πατρίδα. μετὰ δὲ ταῦτα ὁ μὲν Ἀρχίδαμος πλεύσας εἰς τὴν Ἰταλίαν καὶ συμμαχήσας τοῖς Ταραντίνοις ἔν τινι μάχῃ διαγωνισάμενος λαμπρῶς ἐτελεύτησεν, ἀνὴρ κατὰ μὲν τὴν στρατηγίαν καὶ τὸν ἄλλον βίον ἐπαινούμενος, κατὰ δὲ τὴν πρὸς Φωκεῖς συμμαχίαν μόνην βλασφημούμενος, ὡς μάλιστ’ αἴτιος γεγονὼς τῆς τῶν Δελφῶν (63.2) καταλήψεως. Ἀρχίδαμος μὲν οὖν ἐβασίλευσε τῶν Λακεδαιμονίων ἔτη τρία πρὸς τοῖς εἴκοσι, τὴν δ’ ἀρχὴν διαδεξάμενος Ἆγις ὁ υἱὸς ἐβασίλευσεν ἔτη δεκαπέντε. ἔπειτα οἱ μὲν Ἀρχιδάμου μισθοφόροι μετεσχηκότες τῆς τοῦ μαντείου συλήσεως ὑπὸ τῶν Λευκανῶν κατηκοντίσθησαν, ὁ δὲ Φάλαικος ἐκπεσὼν ἐκ τῆς Λύκτου Κυδωνίαν πολιορκεῖν ἐπεχείρησεν. (63.3) κατασκευάσαντος δὲ αὐτοῦ μηχανὰς πολιορκητικὰς καὶ προσάγοντος τῇ πόλει, κεραυνῶν πεσόντων αὗται μὲν ὑπὸ τοῦ θείου πυρὸς κατεφλέχθησαν, τῶν δὲ μισθοφόρων πολλοὶ παραβοηθοῦντες ταῖς μηχαναῖς ὑπὸ τοῦ πυρὸς διεφθάρησαν· ἐν οἷς ἦν καὶ ὁ στρατηγὸς Φάλαικος. (63.4) ἔνιοι δέ φασιν αὐτὸν προσκόψαντά τινι τῶν μισθοφόρων ὑπὸ τούτου σφαγῆναι. οἱ δὲ περιλειφθέντες τῶν μισθοφόρων ἀναληφθέντες ὑπὸ Ἠλείων φυγάδων εἰς τὴν Πελοπόννησον ἐκομίσθησαν καὶ μετὰ τούτων ἐπολέμουν πρὸς Ἠλείους.

Xenikos polemos (346-343 a.C.): Paus. X 2.7

φαύλου δὲ ἀποθανόντος ἐς Φάλαικον τὸν παῖδα αὐτοῦ περιεχώρησεν ἡ ⟨ἐν⟩ Φωκεῦσι δυναστεία· καὶ ἐπεὶ ἔσχεν ὁ Φάλαικος ⟨αἰτίαν⟩ ἰδίᾳ περιποιεῖσθαι τῶν ἱερῶν χρημάτων, ἐπαύθη τῆς ἀρχῆς. διαβὰς δὲ ναυσὶν ἐς Κρήτην ὁμοῦ Φωκέων τοῖς ᾑρημένοις τὰ ἐκείνου καὶ μοίρᾳ τοῦ ξενικοῦ, Κυδωνίᾳ προσκαθήμενος - οὐ γάρ οἱ διδόναι χρήματα ἐβούλοντο αἰτοῦντι - τῆς στρατιᾶς τὸ πολὺ ἀπόλλυσι καὶ αὐτὸς ἀπώλετο.

Attivismo antimacedone di Agide III a Creta (333 a.C.): Diod. XVII 48.1-2

Ἄγις μὲν ὁ τῶν Λακεδαιμονίων βασιλεὺς τῶν ἐκ τῆς ἐν Ἰσσῷ μάχης διασωθέντων μισθοφόρων ἀναλαβὼν ὀκτακισχιλίους νεωτέρων (2) πραγμάτων ἀντείχετο, χαριζόμενος Δαρείῳ. προσλαβὼν δὲ παρὰ τούτου καὶ ναῦς καὶ χρημάτων πλῆθος ἔπλευσεν εἰς Κρήτην καὶ τῶν πόλεων τὰς πλείους χειρωσάμενος ἠνάγκασε τὰ Περσῶν αἱρεῖσθαι.

Arcieri di Aptera aiutano Sparta (272 a.C.): Plut. Pyrrh. XXX 4

ὀξείας δὲ περὶ τὸν Πτολεμαῖον μάχης γενομένης, καὶ τῶν ἐπιλέκτων Λακεδαιμονίων, ὧν Εὔαλκος ἡγεῖτο, τοῖς μαχομένοις πρὸ αὐτοῦ συμπλεκομένων, ἀνὴρ πλήκτης καὶ δραμεῖν ὀξύς, Ὄρυσσος ὄνομα, Κρὴς Ἀπτεραῖος· ἐκ πλαγίου παραδραμὼν ἀγωνιζόμενον ἐκθύμως τὸν νεανίσκον ἐπάταξε καὶ κατέβαλε.

Areo aiuta Gortyna (272 a.C.): Plut. Pyrrh. XXVII 2-4

αὐτοί τε γὰρ ἦσαν ὀλίγοι καὶ ἀπαράσκευοι διὰ τὸ αἰφνίδιον, ὅ τ’ Ἄρευς οὐκ ἐτύγχανε παρών, ἀλλ’ ἐν Κρήτῃ Γορτυνίοις πολεμουμένοις (3) βοηθῶν. καὶ τοῦτο δὴ μάλιστα τὴν πόλιν ἔσωσε, δι’ ἐρημίαν καὶ ἀσθένειαν καταφρονηθεῖσαν. ὁ μὲν γὰρ Πύρρος οὐδένα μαχεῖσθαι νομίζων κατηυλίσατο, τοῦ δὲ Κλεωνύμου τὴν οἰκίαν οἵ τε φίλοι καὶ εἵλωτες οὕτως ἐκόσμησαν καὶ παρεσκεύασαν, ὡς δειπνήσοντος τοῦ Πύρρου (4) παρ’ αὐτῷ. γενομένης δὲ νυκτός, οἱ Λακεδαιμόνιοι πρῶτον μὲν ἐβουλεύσαντο τὰς γυναῖκας εἰς Κρήτην ἀποστέλλειν· αἱ δ’ ἀντέστησαν, Ἀρχιδαμία δὲ καὶ ξίφος ἔχουσα πρὸς τὴν γερουσίαν ἦλθεν, ἐγκαλοῦσα τοῖς ἀνδράσιν ὑπὲρ τῶν γυναικῶν, εἰ ζῆν αὐτὰς ἀξιοῦσι τῆς Σπάρτης ἀπολομένης.

Guerra di Lyttos (221-219 a.C.): Polyb. IV 53.3-55.6

περιέπεσον δὲ καὶ Λύττιοι βραχὺ πρὸ τούτων τῶν καιρῶν ἀνηκέστῳ συμφορᾷ. καθόλου γὰρ τὰ κατὰ τὴν σύμπασαν Κρήτην ὑπῆρχεν (53.4) ἐν τοιαύτῃ τινὶ τότε καταστάσει. Κνώσιοι συμφρονήσαντες Γορτυνίοις πᾶσαν ἐποιήσαντο τὴν Κρήτην ὑφ᾽αὑτοὺς πλὴν τῆς Λυττίων πόλεως· μόνης δὲ ταύτης ἀπειθούσης, ἐπεβάλοντο πολεμεῖν, σπεύδοντες αὐτὴν εἰς τέλος ἀνάστατον ποιῆσαι καὶ παραδείγματος καὶ φόβου χάριν τῶν ἄλλων Κρηταιέων. (53.5) τὸ μὲν οὖν πρῶτον ἐπολέμουν πάντες οἱ Κρηταιεῖς τοῖς Λυττίοις· ἐγγενομένης δὲ φιλοτιμίας ἐκ τῶν τυχόντων, ὅπερ ἔθος ἐστὶ Κρησίν, ἐστασίασαν πρὸς (53.6) τοὺς ἄλλους. καὶ Πολυρρήνιοι μὲν καὶ Κεραῗται καὶ Λαππαῖοι, πρὸς δὲ τούτοις Ὅριοι μετ᾽Ἀρκάδων, ὁμοθυμαδὸν ἀποστάντες τῆς τῶν Κνωσίων (53.7) φιλίας, ἔγνωσαν τοῖς Λυττίοις συμμαχεῖν, τῶν δὲ Γορτυνίων οἱ μὲν πρεσβύτεροι τὰ τῶν Κνωσίων, οἱ δὲ νεώτεροι τὰ τῶν Λυττίων αἱρούμενοι, διεστασίασαν (53.8) πρὸς ἀλλήλους. οἱ δὲ Κνώσιοι, παραδόξου γεγονότος αὐτοῖς τοῦ περὶ τοὺς συμμάχους κινήματος, ἐπισπῶνται χιλίους ἐξ Αἰτωλίας ἄνδρας κατὰ (53.9) συμμαχίαν. οὗ γενομένου παραυτίκα τῶν Γορτυνίων οἱ πρεσβύτεροι καταλαμβανόμενοι τὴν ἄκραν εἰσάγονται τούς τε Κνωσίους καὶ τοὺς Αἰτωλούς· καὶ τοὺς μὲν ἐξέβαλον, τοὺς δ᾽ἀπέκτειναν τῶν (54.1) νέων, τὴν δὲ πόλιν ἐνεχείρισαν τοῖς Κνωσίοις. κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Λυττίων ἐξωδευκότων εἰς τὴν πολεμίαν πανδημεί, συννοήσαντες οἱ Κνώσιοι τὸ γεγονὸς καταλαμβάνονται τὴν Λύττον, ἔρημον (54.2) οὖσαν τῶν βοηθησόντων· καὶ τὰ μὲν τέκνα καὶ τὰς γυναῖκας εἰς Κνωσὸν ἀπέπεμψαν, τὴν δὲ πόλιν ἐμπρήσαντες καὶ κατασκάψαντες καὶ λωβησάμενοι (54.3) κατὰ πάντα τρόπον ἐπανῆλθον. οἱ δὲ Λύττιοι παραγενόμενοι πρὸς τὴν πόλιν ἀπὸ τῆς ἐξοδείας, καὶ συνθεασάμενοι τὸ συμβεβηκός, οὕτως περιπαθεῖς ἐγένοντο ταῖς ψυχαῖς ὥστε μηδ᾽ εἰσελθεῖν μηδένα (54.4) τολμῆσαι τῶν παρόντων εἰς τὴν πατρίδα· πάντες δὲ περιπορευθέντες αὐτὴν κύκλῳ, καὶ πολλάκις ἀνοιμώξαντες καὶ κατολοφυράμενοι τήν τε τῆς πατρίδος καὶ τὴν αὑτῶν τύχην, αὖθις ἐξ ἀναστροφῆς ἐπανῆλθον (54.5) εἰς τὴν τῶν Λαππαίων πόλιν. φιλανθρώπως δ᾽αὐτοὺς καὶ μετὰ πάσης προθυμίας τῶν Λαππαίων ὑποδεξαμένων, οὗτοι μὲν ἀντὶ πολιτῶν ἀπόλιδες ἐν ἡμέρᾳ μιᾷ καὶ ξένοι γεγονότες ἐπολέμουν (54.6) πρὸς τοὺς Κνωσίους ἅμα τοῖς συμμάχοις. Λύττος δ᾽ἡ Λακεδαιμονίων μὲν ἄποικος οὖσα καὶ συγγενής, ἀρχαιοτάτη δὲ τῶν κατὰ Κρήτην πόλεων, ἄνδρας δ᾽ὁμολογουμένως ἀρίστους ἀεὶ τρέφουσα Κρηταιέων, οὕτως ἄρδην καὶ παραλόγως ἀνηρπάσθη. (55.1) Πολυρρήνιοι δὲ καὶ Λαππαῖοι καὶ πάντες οἱ τούτων σύμμαχοι, θεωροῦντες τοὺς Κνωσίους ἀντεχομένους τῆς τῶν Αἰτωλῶν συμμαχίας, τοὺς δ᾽ Αἰτωλοὺς ὁρῶντες πολεμίους ὄντας τῷ τε βασιλεῖ Φιλίππῳ καὶ τοῖς Ἀχαιοῖς, πέμπουσι πρέσβεις πρός τε τὸν βασιλέα καὶ τοὺς Ἀχαιοὺς περὶ βοηθείας καὶ (55.2) συμμαχίας. οἱ δ᾽Ἀχαιοὶ καὶ Φίλιππος εἴς τε τὴν κοινὴν συμμαχίαν αὐτοὺς προσεδέξαντο καὶ βοήθειαν ἐξαπέστειλαν, Ἰλλυριοὺς μὲν τετρακοσίους, ὧν ἡγεῖτο Πλάτωρ, Ἀχαιοὺς δὲ διακοσίους, Φωκέας (55.3) ἑκατόν. οἳ καὶ παραγενόμενοι μετ᾽οὐ πολὺ πάλιν ἀπέπλευσαν μεγάλην ποιήσαντες ἐπίδοσιν τοῖς Πολυρρηνίοις (55.4) καὶ τοῖς τούτων συμμάχοις· πάνυ γὰρ ἐν βραχεῖ χρόνῳ τειχήρεις καταστήσαντες τούς τ᾽Ἐλευθερναίους καὶ Κυδωνιάτας, ἔτι δὲ τοὺς Ἀπτεραίους, ἠνάγκασαν ἀποστάντας τῆς τῶν Κνωσίων συμμαχίας κοινωνῆσαι σφίσι τῶν αὐτῶν ἐλπίδων. (55.5) τούτων δὲ γενομένων, ἐξαπέστειλαν Πολυρρήνιοι μὲν καὶ μετὰ τούτων οἱ σύμμαχοι Φιλίππῳ καὶ τοῖς Ἀχαιοῖς πεντακοσίους Κρῆτας, Κνώσιοι δὲ μικρῷ πρότερον ἐξαπεστάλκεισαν χιλίους τοῖς Αἰτωλοῖς. οἳ καὶ συνεπολέμουν ἀμφοτέροις τὸν ἐνεστῶτα πόλεμον. (55.6) κατελάβοντο δὲ καὶ τὸν λιμένα τῶν Φαιστίων οἱ τῶν Γορτυνίων φυγάδες· ὁμοίως δὲ καὶ τὸν αὐτῶν τῶν Γορτυνίων παραβόλως διακατεῖχον, καὶ προσεπολέμουν ἐκ τούτων ὁρμώμενοι τῶν τόπων τοῖς ἐν τῇ πόλει.

Filippo V prostates dei Kretaieis (217 a.C. ca.): Polyb. VII 11.9

ἐκφανέστατον δὲ καὶ μέγιστον δεῖγμα περὶ τοῦ τί δύναται προαίρεσις καλοκἀγαθικὴ καὶ πίστις, τὸ πάντας Κρηταιεῖς συμφρονήσαντας καὶ τῆς αὐτῆς μετασχόντας συμμαχίας ἕνα προστάτην ἑλέσθαι τῆς νήσου Φίλιππον, καὶ ταῦτα συντελεσθῆναι χωρὶς ὅπλων καὶ κινδύνων, ὃ πρότερον οὐ ῥᾳδίως ἂν εὕροι τις γεγονός.

Mercenari cretesi nella battaglia di Rafia (217 a.C.): Polyb. V 65.7

οὐδενὸς δ’ ἧττον ἔσπευδε περὶ τοὺς ὑφ’ αὑτὸν ταττομένους Κνωπίας Ἀλλαριώτης, ἔχων τοὺς μὲν πάντας Κρῆτας εἰς τρισχιλίους, αὐτῶν δὲ τούτων χιλίους Νεόκρητας, ἐφ’ ὧν ἐτετάχει Φίλωνα τὸν Κνώσιον.

Prima guerra rodio-cretese (206-201 a.C.): Diod. XXVII 3

Κρῆτες ναυσὶν ἑπτὰ πειρατεύειν ἐπιβαλόμενοι τῶν πλεόντων ἐλῄστευον οὐκ ὀλίγους. διὸ καὶ τῶν ἐμπόρων ἀθυμούντων, Ῥόδιοι πρὸς αὑτοὺς τἀδικήματα νομίσαντες ἥξειν πρὸς τοὺς Κρῆτας πόλεμον ἐξήνεγκαν.

Prima guerra rodio-cretese (206-201 a.C.): Polyb. IV 53.1-2

κατὰ δὲ τὸν καιρὸν τοῦτον Κνώσιοι πρεσβεύσαντες πρὸς Ῥοδίους ἔπεισαν τάς τε μετὰ Πολεμοκλέους ναῦς καὶ τρία τῶν ἀφράκτων προσκατασπάσαντας (53.2) αὑτοῖς ἀποστεῖλαι. γενομένου δὲ τούτου, καὶ τῶν πλοίων ἀφικομένων εἰς τὴν Κρήτην, καὶ σχόντων ὑποψίαν τῶν Ἐλευθερναίων ὅτι τὸν πολίτην αὑτῶν Τίμαρχον οἱ περὶ τὸν Πολεμοκλῆ χαριζόμενοι τοῖς Κνωσίοις ἀνῃρήκασι, τὸ μὲν πρῶτον ῥύσια κατήγγειλαν τοῖς Ῥοδίοις, μετὰ δὲ ταῦτα πόλεμον ἐξήνεγκαν.

Prima guerra rodio-cretese (206-201 a.C.): Polyb. XIII 4-8

ὁ δὲ Φίλιππος Ἡρακλείδῃ μέν, καθάπερ ὑπόθεσιν δούς, ἐπέταξε φροντίζειν πῶς ἂν κακοποιήσαι καὶ διαφθείραι τὰς τῶν Ῥοδίων νῆας, εἰς δὲ τὴν Κρήτην πρεσβευτὰς ἐξαπέστειλε τοὺς ἐρεθιοῦντας καὶ παρορμήσοντας ἐπὶ τὸν κατὰ τῶν Ῥοδίων πόλεμον. ὁ δ’ Ἡρακλείδης, ἄνθρωπος εὖ πεφυκὼς πρὸς τὸ κακόν, ἑρμαῖον ἡγησάμενος τὴν ἐπιταγήν, καὶ διανοηθεὶς ἅττα δήποτ’ οὖν παρ’ αὑτῷ, μετά τινα χρόνον ὥρμησε καὶ παρῆν καταπλέων εἰς τὴν Ῥόδον. συνέβαινε δὲ τὸν Ἡρακλείδην τοῦτον τὸ μὲν γένος ἀνέκαθεν εἶναι Ταραντῖνον, πεφυκέναι δ’ ἐκ βαναύ σων καὶ χειροτεχνῶν ἀνθρώπων, μεγάλα δ’ ἐσχηκέναι προτερήματα πρὸς ἀπόνοιαν καὶ ῥᾳδιουργίαν· πρῶτον μὲν γὰρ ἀναφανδὸν τῷ σώματι παρεκέχρητο κατὰ τὴν πρώτην ἡλικίαν, εἶτ’ ἀγχίνους ὑπῆρχε καὶ μνήμων, καὶ πρὸς μὲν τοὺς ταπεινοτέρους καταπληκτικώτατος καὶ τολμηρότατος, πρὸς δὲ τοὺς ὑπερέχοντας κολακικώτατος. οὗτος ἀρχῆθεν μὲν ἐκ τῆς πατρίδος ἐξέπεσε δόξας τὸν Τάραντα πράττειν Ῥωμαίοις, οὐ πολιτικὴν ἔχων δύναμιν, ἀλλ’ ἀρχιτέκτων ὑπάρχων καὶ διά τινας ἐπισκευὰς τῶν τειχῶν κύριος γενόμενος τῶν κλειδῶν τῆς πύλης τῆς ἐπὶ τὸ μεσόγαιον φερούσης· καταφυγὼν δὲ πρὸς Ῥωμαίους, καὶ πάλιν ἐκεῖθεν γράφων καὶ διαπεμπόμενος εἰς τὸν Τάραντα καὶ πρὸς Ἀννίβαν, ἐπεὶ καταφανὴς ἐγένετο, προαισθόμενος τὸ μέλλον αὖθις ἔφυγε πρὸς τὸν Φίλιππον. παρ’ ᾧ τοιαύτην περιεποιήσατο πίστιν καὶ δύναμιν ὥστε τοῦ καταστραφῆναι τὴν τηλικαύτην βασιλείαν σχεδὸν αἰτιώτατος γεγονέναι. (5) διαπιστοῦντες δ’ οἱ πρυτάνεις ἤδη τῷ Φιλίππῳ διὰ τὴν περὶ τὰ Κρητικὰ κακοπραγμοσύνην, καὶ τὸν Ἡρακλείδην ὑπώπτευον ἐγκάθετον εἶναι. - Ὁ δ’ εἰσελθὼν ἀπελογίζετο τὰς αἰτίας, δι’ ἃς πεφευγὼς εἴη τὸν Φίλιππον. - πᾶν γὰρ βουληθῆναι τὸν Φίλιππον ἀναδέξασθαι ἢ καταφανῆ γενέσθαι Ῥοδίοις τὴν ἐν τούτοις αὐτοῦ προαίρεσιν. ᾗ καὶ τὸν Ἡρακλείδην ἀπέλυσε τῆς ὑποψίας. - καί μοι δοκεῖ μεγίστην θεὸν τοῖς ἀνθρώποις ἡ φύσις ἀποδεῖξαι τὴν ἀλήθειαν καὶ μεγίστην αὐτῇ προσθεῖναι δύναμιν. πάντων γοῦν αὐτὴν καταγωνιζομένων, ἐνίοτε καὶ πασῶν τῶν πιθανοτήτων μετὰ τοῦ ψεύδους ταττομένων, οὐκ οἶδ’ ὅπως αὐτὴ δι’ αὑτῆς εἰς τὰς ψυχὰς εἰσδύεται τῶν ἀνθρώπων, καὶ ποτὲ μὲν παραχρῆμα δείκνυσι τὴν αὑτῆς δύναμιν, ποτὲ δὲ καὶ πολὺν χρόνον ἐπισκοτισθεῖσα, τέλος αὐτὴ δι’ ἑαυτῆς ἐπικρατεῖ καὶ καταγωνίζεται τὸ ψεῦδος, ὡς συνέβη γενέσθαι περὶ τὸν Ἡρακλείδην τὸν παρὰ τοῦ Φιλίππου τοῦ βασιλέως εἰς Ῥόδον ἀφικόμενον. - ὅτι Δαμοκλῆς ὁ μετὰ Πυθίωνος πεμφθεὶς κατάσκοπος πρὸς Ῥωμαίους ὑπηρετικὸν ἦν σκεῦος εὐφυὲς καὶ πολλὰς ἔχον ἀφορμὰς εἰς πραγμάτων οἰκονομίαν. - (6) ὁ δὲ τῶν Λακεδαιμονίων τύραννος Νάβις, ἔτος ἤδη τρίτον ἔχων τὴν ἀρχήν, ὁλοσχερὲς μὲν οὐδὲν ἐπεβάλλετο πράττειν οὐδὲ τολμᾶν διὰ τὸ πρόσφατον εἶναι τὴν ὑπὸ τῶν Ἀχαιῶν ἧτταν τοῦ Μαχανίδου, καταβολὴν δ’ ἐποιεῖτο καὶ θεμέλιον ὑπεβάλλετο πολυχρονίου καὶ βαρείας τυραννίδος. διέφθειρε γὰρ τοὺς λοιποὺς ἄρδην ἐκ τῆς Σπάρτης, ἐφυγάδευσε δὲ τοὺς κατὰ πλέον πλούτῳ διαφέροντας ἢ δόξῃ προγονικῇ, τὰς δὲ τούτων οὐσίας καὶ γυναῖκας διεδίδου τῶν ἄλλων τοῖς ἐπιφανεστάτοις καὶ τοῖς μισθοφόροις. οὗτοι δ’ ἦσαν ἀνδροφόνοι καὶ παρασχίσται, λωποδύται, τοιχωρύχοι. καθόλου γὰρ τοῦτο τὸ γένος ἡθροίζετο πρὸς αὐτὸν ἐπιμελῶς ἐκ τῆς οἰκουμένης, οἷς ἄβατος ἦν ἡ θρέψασα δι’ ἀσέβειαν καὶ παρανομίαν. ὧν προστάτην [καὶ βασιλέα] αὑτὸν ἀναδείξας, καὶ χρώμενος δορυφόροις καὶ σωματοφύλαξι τούτοις, δῆλον ἔμελλε πολυχρόνιον ἔχειν τὴν ἐπ’ ἀσεβείᾳ φήμην καὶ δυναστείαν. ὅς γε χωρὶς τῶν προειρημένων οὐκ ἐξηρκεῖτο φυγαδεύειν τοὺς πολίτας, ἀλλ’ οὐδὲ τοῖς φεύγουσιν οὐδεὶς τόπος ἦν ἀσφαλὴς οὐδὲ καταφυγὴ βέβαιος. τοὺς μὲν γὰρ ἐν ταῖς ὁδοῖς ἐπαποστέλλων ἀνῄρει, τοὺς δ’ ἐκ τῶν τόπων ἐπανάγοντας ἐφόνευε. τὸ δὲ τελευταῖον ἐν ταῖς πόλεσι τὰς σύνεγγυς οἰκίας, ὅπου τις τυγχάνοι κατοικῶν τῶν φυγάδων, μισθούμενος δι’ ἀνυπονοήτων ἀνθρώπων, εἰς ταύτας εἰσέπεμπε Κρῆτας, οἵτινες ῥήγματα ποιοῦντες ἐν τοῖς τοίχοις καὶ διὰ τῶν ὑπαρχουσῶν θυρίδων τοξεύοντες τοὺς μὲν ἑστῶτας τῶν φυγάδων, τοὺς δ’ ἀνακειμένους ἐν ταῖς ἰδίαις οἰκίαις διέφθειρον, ὥστε μήτε τόπον εἶναι μηδένα φύξιμον μήτε καιρὸν ἀσφαλῆ τοῖς ταλαιπώροις Λακεδαιμονίοις. καὶ δὴ τῷ τοιούτῳ (7) τρόπῳ τοὺς μὲν πλείστους αὐτῶν ἠφάνισε. κατεσκευάσατο δὲ καί τινα μηχανήν, εἰ μηχανὴν ταύτην χρὴ λέγειν. ἦν γὰρ εἴδωλον γυναικεῖον, πολυτελέσιν ἱματίοις ἠμφιεσμένον, κατὰ δὲ τὴν μορφὴν εἰς ὁμοιότητα τῇ τοῦ Νάβιδος γυναικὶ διαφόρως ἀπειργασμένον. ὁπότε δέ τινας τῶν πολιτικῶν ἀνακαλέσαιτο, βουλόμενος εἰσπρᾶξαι χρήματα, τὰς μὲν ἀρχὰς διετίθετο λόγους πλείονας καὶ φιλανθρώπους, ὑποδεικνύων μὲν τὸν ὑπὸ τῶν Ἀχαιῶν ἐπικρεμάμενον τῇ χώρᾳ καὶ τῇ πόλει φόβον, διασαφῶν δὲ τὸ πλῆθος τῶν μισθοφόρων τὸ τρεφόμενον τῆς ἐκείνων ἀσφαλείας χάριν, ἔτι δὲ τὰς εἰς τοὺς θεοὺς καὶ τὰς κοινὰς τῆς πόλεως δαπάνας. εἰ μὲν οὖν ἐντρέποιντο διὰ τῶν τοιούτων λόγων, εἶχεν ἀποχρώντως αὐτῷ πρὸς τὸ προκείμενον· εἰ δέ τινες ἐξαρνούμενοι διωθοῖντο τὴν ἐπιταγήν, ἐπεφθέγγετο λόγον τοιοῦτον ‘ἴσως ἐγὼ μὲν οὐ δύναμαί σε πείθειν, Ἀπῆγαν μέντοι ταύτην δοκῶ σε πείσειν’ τοῦτο δ’ ἦν ὄνομα τῇ γυναικὶ τοῦ Νάβιδος. καὶ τοῦτ’ ἔλεγε, καὶ παρῆν ὃ μικρῷ πρότερον ἔλεγον εἴδωλον. καὶ δεξιωσάμενος, ἐπειδὰν ἐκ τῆς καθέδρας ἀνέστησε τὴν γυναῖκα καὶ περιέπτυξε ταῖς χερσί, προσήγετο κατὰ βραχὺ πρὸς τὰ στέρνα. τοὺς δὲ πήχεις εἶχε καὶ τὰς χεῖρας πλήρεις σιδηρῶν γόμφων ὑπὸ τοῖς ἱματίοις, ὁμοίως καὶ κατὰ τοὺς μαστούς. ὅταν προσήρεισε ταῖς χερσὶ πρὸς τὰ νῶτα τῆς γυναικός, κἄπειτα διὰ τῶν ὀργάνων ἑλκόμενον ἐπέτεινε καὶ προσῆγε πρὸς τοὺς μαστοὺς κατ’ ἐλάχιστον, πᾶσαν ἠνάγκαζε φωνὴν προΐεσθαι τὸν πιεζόμενον. καὶ πολλοὺς δή τινας τῷ τοιούτῳ τρόπῳ διέφθειρε τῶν ἐξαρνουμένων. (8) καὶ τὰ λοιπὰ δ’ ἦν τούτοις ὅμοια καὶ σύστοιχα κατὰ τὴν ἀρχήν. ἐκοινώνει μὲν γὰρ τοῖς Κρησὶ τῶν κατὰ θάλατταν λῃστειῶν· εἶχε δὲ καθ’ ὅλην τὴν Πελοπόννησον ἱεροσύλους, ὁδοιδόκους, φονέας, οἷς μερίτης γινόμενος τῶν ἐκ τῆς ῥᾳδιουργίας λυσιτελῶν ὁρμητήριον καὶ καταφυγὴν παρείχετο τούτοις τὴν Σπάρτην. πλὴν κατά γε τοὺς καιροὺς τούτους ξένοι τῶν ἀπὸ τῆς Βοιωτίας εἰς τὴν Λακεδαίμονα παρεπιδημήσαντες ἐψυχαγώγησάν τινα τῶν τοῦ Νάβιδος ἱπποκόμων ὥστε συναποχωρῆσαι μεθ’ ἑαυτῶν ἔχοντα λευκὸν ἵππον, ὃς ἐδόκει γενναιότατος εἶναι τῶν ἐκ τῆς τυραννικῆς ἱπποστάσεως. τοῦτο δὲ πεισθέντος καὶ πράξαντος τοῦ προειρημένου καταδιώξαντες οἱ παρὰ τοῦ Νάβιδος εἰς τὴν Μεἀπῆγον καὶ τὸν ἱπποκόμον, οὐδενὸς ἀντιποιουμένου, μετὰ δὲ ταῦτα καὶ τοῖς ξένοις ἐπέβαλον τὰς χεῖρας. οἱ δὲ Βοιωτοὶ τὸ μὲν πρῶτον ἠξίουν ἄγειν αὑτοὺς ἐπὶ τὴν ἀρχήν· οὐδενὸς δὲ προσέχοντος ἀνεβόα τις τῶν ξένων ‘βοήθεια’. συνδραμόντων δὲ τῶν ἐγχωρίων καὶ μαρτυρομένων τοὺς ἄνδρας ἐπανάγειν ἐπὶ τὴν ἀρχήν, ἠναγκάσθησαν προιέμενοι τοὺς ἀνθρώπους οἱ παρὰ τοῦ Νάβιδος ἀπελθεῖν. ὁ δὲ πάλαι ζητῶν ἀφορμὰς ἐγκλημάτων καὶ πρόφασιν εὔλογον διαφορᾶς, τότε λαβόμενος ταύτης εὐθέως ἤλαυνε τὰ Προαγόρου θρέμματα καί τινων ἑτέρων. ἐξ ὧν ἐγένετο (κατ)αρχὴ τοῦ πολέμου.

Nabide supporta la pirateria cretese (206-201 a.C.): Paus. VIII 50.6

Φιλοποίμην δέ, ὡς ἐξῆκέν οἱ στρατηγοῦντι ὁ χρόνος καὶ ἄρχειν ἄλλοι τῶν Ἀχαιῶν ᾕρηντο, αὖθις ἐς Κρήτην διέβη καὶ ἐπεκούρησε Γορτυνίοις πολέμῳ πιεζομένοις. ποιουμένων δὲ ἐν ὀργῇ διὰ τὴν ἀποδημίαν τῶν Ἀρκάδων αὐτόν, ἐπάνεισί τε ἐκ Κρήτης καὶ Ῥωμαίους πόλεμον κατελάμβανεν ἐπανῃρημένους πρὸς Νάβιν.

Nabide supporta la pirateria cretese (206-201 a.C.): Plut. Phil. XIII

ταῦτα μὲν οὖν καλὰ τοῦ Φιλοποίμενος· ἡ δ’ εἰς Κρήτην αὖθις ἀποδημία, Γορτυνίων δεηθέντων ὡς χρήσαιντο πολεμούμενοι στρατηγῷ, διαβολὴν ἔσχεν, ὅτι τῆς πατρίδος αὐτοῦ πολεμουμένης ὑπὸ Νάβιδος ἀπῆν φυγομαχῶν (2) ἢ φιλοτιμούμενος ἀκαίρως πρὸς ἑτέρους. καίτοι συντόνως οὕτως ἐπολεμήθησαν Μεγαλοπολῖται κατὰ τὸν χρόνον ἐκεῖνον, ὥστε τοῖς μὲν τείχεσιν ἐνοικεῖν, σπείρειν δὲ τοὺς στενωπούς, περικεκομμένης τῆς χώρας καὶ τῶν πολεμίων σχεδὸν ἐν ταῖς πύλαις στρατοπεδευόντων· (3) ὁ δὲ Κρησὶ πολεμῶν τηνικαῦτα καὶ στρατηγῶν διαπόντιος, ἐγκλήματα παρεῖχε καθ’ ἑαυτοῦ τοῖς ἐχθροῖς (4) ὡς ἀποδιδράσκων τὸν οἴκοι πόλεμον. ἦσαν δέ τινες οἱ λέγοντες, ἑτέρους τῶν Ἀχαιῶν ᾑρημένων ἄρχοντας, ἰδιώτην ὄντα τὸν Φιλοποίμενα χρῆσαι τὴν ἑαυτοῦ σχολὴν ἐφ’ (5) ἡγεμονίᾳ δεηθεῖσι τοῖς Γορτυνίοις. ἦν γὰρ ἀλλότριος σχολῆς, καθάπερ ἄλλο τι κτῆμα τὴν στρατηγικὴν καὶ πολεμικὴν ἀρετὴν ἔχειν διὰ παντὸς ἐν χρήσει καὶ τριβῇ βουλόμενος, ὡς καὶ τῷ περὶ Πτολεμαίου ποτὲ ῥηθέντι (6) τοῦ βασιλέως ἀπεδήλωσεν. ἐκεῖνον γὰρ ἐγκωμιαζόντων τινῶν, ὡς εὖ μὲν ἐξασκοῦντα τὸ στράτευμα καθ’ ἡμέραν, εὖ δὲ γυμνάζοντα καὶ φιλοπόνως διὰ τῶν ὅπλων τὸ σῶμα, «καὶ τίς ἂν» ἔφη «βασιλέα θαυμάσειεν ἐν τούτῳ (7) τῆς ἡλικίας μὴ ἐπιδεικνύμενον, ἀλλὰ μελετῶντα;» χαλεπῶς δ’ οὖν οἱ Μεγαλοπολῖται φέροντες ἐπὶ τούτῳ, καὶ προδεδόσθαι νομίζοντες, ἐπεχείρησαν ἀποξενοῦν αὐτόν· οἱ δ’ Ἀχαιοὶ διεκώλυσαν, Ἀρίσταινον πέμψαντες εἰς Μεγάλην πόλιν στρατηγόν, ὃς καίπερ ὢν διάφορος τῷ Φιλοποίμενι περὶ τὴν πολιτείαν, οὐκ εἴασε τελεσθῆναι (8) τὴν καταδίκην. ἐκ δὲ τούτου παρορώμενος ὑπὸ τῶν πολιτῶν ὁ Φιλοποίμην ἀπέστησε πολλὰς τῶν περιοικίδων κωμῶν, λέγειν διδάξας ὡς οὐ συνετέλουν οὐδ’ ἦσαν ἐξ ἀρχῆς ἐκείνων, καὶ λεγούσαις ταῦτα φανερῶς συνηγωνίσατο καὶ συγκατεστασίασε τὴν πόλιν ἐπὶ τῶν Ἀχαιῶν. (9) ταῦτα μὲν οὖν ὕστερον. ἐν δὲ τῇ Κρήτῃ συνεπολέμει τοῖς Γορτυνίοις, οὐχ ὡς Πελοποννήσιος ἀνὴρ καὶ Ἀρκὰς ἁπλοῦν τινα καὶ γενναῖον πόλεμον, ἀλλὰ τὸ Κρητικὸν ἦθος ἐνδὺς καὶ τοῖς ἐκείνων σοφίσμασι καὶ δόλοις κλωπείαις τε καὶ λοχισμοῖς χρώμενος ἐπ’ αὐτούς, ταχὺ παῖδας ἀπέδειξεν, ἀνόητα καὶ κενὰ πρὸς ἐμπειρίαν ἀληθινὴν πανουργοῦντας.

Mercenari cretesi a Cinocefale (197 a.C.): Liv. XXXIII 3

transgresso in Phthioticum agrum quingenti Gortynii Cretensium, duce Cydante, et trecenti Apolloniatae haud dispari armatu se coniunxere, nec ita multo post Amynander cum Athamanum peditum ducentis et mille.

Annibale a Gortyna (189 a.C.): Nep. Hann. 9-10

Antiocho fugato verens, ne dederetur, quod sine dubio accidisset, si sui fecisset potestatem, Cretam ad Gortynios venit, ut ibi, quo se conferret, consideraret. vidit autem vir omnium callidissimus in magno se fore periculo, nisi quid providisset, propter avaritiam Cretensium. magnam enim secum pecuniam portabat, de qua sciebat exisse famam. itaque capit tale consilium. amphoras complures complet plumbo, summas operit auro et argento. has praesentibus principibus deponit in templo Dianae, simulans se suas fortunas illorum fidei credere. his in errorem inductis statuas aeneas, quas secum portabat, omni sua pecunia complet easque in propatulo domi abicit. Gortynii templum magna cura custodiunt non tam a ceteris quam ab Hannibale, ne ille inscientibus iis tolleret secumque duceret. (10) sic conservatis suis rebus Poenus illusis Cretensibus omnibus ad Prusiam in Pontum pervenit.

Guerra tra Kydonia, Gortyna e Knossos (184 a.C.): Liv. XXXVII 60

eodem fere tempore et Cn. Manlius consul in Asiam et Q. Fabius Labeo praetor ad classem uenit. ceterum consuli non deerat cum Gallis belli materia. mare pacatum erat deuicto Antiocho, cogitantique Fabio, cui rei potissimum insisteret, ne otiosam prouinciam habuisse uideri posset, optimum uisum est in Cretam insulam traicere. Cydoniatae bellum aduersus Gortynios Gnosiosque gerebant, et captiuorum Romanorum atque Italici generis magnus numerus in seruitute esse per totam insulam dicebatur. classe ab Epheso profectus cum primum Cretae litus attigit, nuntios circa ciuitates misit, ut armis absisterent captiuosque in suis quaeque urbibus agrisque conquisitos reducerent, et legatos mitterent ad se, cum quibus de rebus ad Cretensis pariter Romanosque pertinentibus ageret. nihil magnopere ea Cretenses mouerunt; captiuos praeter Gortynios nulli reddiderunt. Ualerius Antias quattuor milia captiuorum, quia belli minas timuerint, ex tota insula reddita scripsit; eamque causam Fabio, cum rem nullam aliam gessisset, triumphi naualis impetrandi ab senatu fuisse. a Creta Ephesum Fabius redit; inde tribus nauibus in Thraciae oram missis ab Aeno et Maronia praesidia Antiochi deduci iussit, ut in libertate eae ciuitates essent.

Intervento di Appio Claudio nelle vicende cretesi (184 a.C.): Polyb. XXII 15.1-6

ὅτι κατὰ τὴν Κρήτην, κοσμοῦντος ἐν Γορτύνῃ Κύδα τοῦ Ἀντάλκους, κατὰ πάντα τρόπον ἐλαττούμενοι Γορτύνιοι τοὺς Κνωσίους, ἀποτεμόμενοι τῆς χώρας αὐτῶν τὸ μὲν καλούμενον Λυκάστιον προσένειμαν Ῥαυκίοις, τὸ (δὲ) Διατόνιον Λυττίοις. (2) κατὰ δὲ τὸν καιρὸν τοῦτον παραγενομένων πρεσβευτῶν ἐκ τῆς Ῥώμης εἰς τὴν Κρήτην τῶν περὶ τὸν Ἄππιον χάριν τοῦ διαλῦσαι τὰς ἐνεστώσας αὐτοῖς πρὸς ἀλλήλους διαφοράς, καὶ ποιησαμένων λόγους ὑπὲρ τούτων (ἐν) τῇ Κνωσίων καὶ Γορτυνίων, πεισθέντες οἱ Κρηταιεῖς ἐπέτρεψαν τὰ καθ’ αὑτοὺς τοῖς περὶ τὸν (3) Ἄππιον. οἱ δὲ [πεισθέντες] Κνωσίοις μὲν ἀποκατέστησαν τὴν χώραν, Κυδωνιάταις δὲ προσέταξαν τοὺς μὲν ὁμήρους ἀπολαβεῖν, οὓς ἐγκατέλειπον δόντες τοῖς περὶ Χαρμίωνα πρότερον, τὴν δὲ Φαλάσαρναν ἀφεῖναι (4) μηδὲν ἐξ αὐτῆς νοσφισαμένους. περὶ δὲ τῶν κατὰ κοινοδίκιον συνεχώρησαν αὐτοῖς βουλομένοις μὲν [αὐτοῖς] ἐξεῖναι μετέχειν, (5) μὴ βουλομένοις δὲ καὶ τοῦτ’ (6) ἐξεῖναι, πάσης ἀπεχομένοις τῆς ἄλλης Κρήτης αὐτοῖς τε καὶ τοῖς ἐκ Φαλασάρνης φυγάσιν. *** ἀπέκτειναν τοὺς περὶ Μενοίτιον, ἐπιφανεστάτους ὄντας τῶν πολιτῶν.

Situazione interna problematica (182 a.C. ca.): Polyb. XXIV 3.1

κατὰ δὲ τὴν Κρήτην ἀρχὴ πραγμάτων ἐκινεῖτο μεγάλων, εἰ χρὴ λέγειν ἀρχὴν πραγμά(των) ἐν Κρήτῃ· διὰ γὰρ τὴν συνέχειαν τῶν ἐμφυλίων πολέμων καὶ τὴν ὑπερβολὴν τῆς εἰς ἀλλήλους ὠμότητος ταὐτὸν ἀρχὴ καὶ τέλος ἐστὶν ἐν Κρήτῃ, καὶ τὸ δοκοῦν παραδόξως τισὶν εἰρῆσθαι τοῦτ’ ἐκεῖ θεωρεῖται συνεχῶς [τὸ] γινόμενον.

Kydas e Perseo (179-167 a.C.): Polyb. XXIX 6-10

ὅτι μὲν οὖν Κύδας ὁ Κρὴς στρατευόμενος παρ’ Εὐμένει καὶ τιμώμενος ὡς ἔνι μάλιστα, πρῶτον μὲν πρὸς Ἀμφίπολιν παραγενόμενος Χειμάρῳ, τινὶ τῶν σὺν Περσεῖ στρατευομένων (Κρητῶν), καὶ πάλιν πρὸς Δημητριάδι συνεγγίσας τῷ τείχει *** ἐκοινολογεῖτο τὸ μὲν πρῶτον Μενεκράτει, τὸ δὲ δεύτερον Ἀντιμάχῳ, *** εἴρηται· καὶ μὴν ὅτι δὶς Ἡροφῶν *** ἐπρέσβευσε πρὸς Εὐμένη παρὰ Περσέως, καὶ διὰ τοῦτο Ῥωμαίων οἱ πλείους ὑποψίαν ἔσχον (οὐκ) ἀπίθανον περὶ τοῦ βασιλέως Εὐμένους, δῆλον ἐκ τῶν περὶ Ἄτταλον συμβάντων· τῷ μὲν γὰρ συνεχώρησαν καὶ παραγενέσθαι πρὸς σφᾶς εἰς τὴν Ῥώμην ἐκ τοῦ Βρεντεσίου καὶ χρηματίσαι περὶ ὧν προῃρεῖτο, καὶ τέλος ἀποκρίσεις δόντες αὐτῷ φιλανθρώπους ἀπέστειλαν, (οὐδὲν οὔτε) πρότερον οὔτε κατὰ τὸν (πρὸς) Περσέα πόλεμον ἀξιόλογον αὐτοῖς συνηργηκότα· (τὸν) Εὐμένη δὲ τὰς μεγίστας χρείας σφίσι παρεσχημένον καὶ πλεῖστα συνηργηκότ’ ἔν τε τοῖς πρὸς Ἀντίοχον καὶ κατὰ τὸν (πρὸς) Περσέα πόλεμον οὐ μόνον τῆς εἰς τὴν Ῥώμην ἀναβάσεως ἐκώλυσαν, ἀλλὰ καὶ προσέταξαν μέσου χειμῶνος ὄντος ἐν ἡμέραις τακταῖς ἐκχωρεῖν ἐξ Ἰταλίας. ἐξ ὧν ὅτι μὲν γέγονέ τις ἐπιπλοκὴ τῷ Περσεῖ πρὸς τὸν Εὐμένη, δι’ ἣν ἐπὶ τοσοῦτον ἠλλοτριώθησαν πρὸς αὐτὸν Ῥωμαῖοι, προφανὲς ἐκ τῶν εἰρημένων· τίς δ’ (7) αὕτη καὶ μέχρι τίνος προύβη πάρεστι σκοπεῖν. ὅτι μὲν οὖν Εὐμένης οὐκ ἂν ἠβουλήθη Περσέα κρατῆσαι τῷ πολέμῳ καὶ γενέσθαι κύριον τῶν ὅλων, εὐχερὲς καταμαθεῖν· χωρὶς γὰρ τῆς πατρικῆς ἀλλοτριότητος καὶ δυσμενείας, ἣν εἶχον πρὸς ἀλλήλους, καὶ τὸ τῆς ἀρχῆς ὁμογενὲς ἱκανὸν ἦν ἀπιστίαν καὶ ζηλοτυπίαν καὶ καθόλου τὴν μεγίστην ἀλλοτριότητα παρασκευάζειν ἐν αὐτοῖς· λοιπὸν ἦν ἐξαπατᾶν καὶ στρατηγεῖν ἀλλήλους δι’ ἀπορρήτων· ὅπερ ἐποίουν ἀμφότεροι. θεωρῶν (γὰρ) Εὐμένης δυσπαθοῦντα καὶ συγκλειόμενον τὸν Περσέα πανταχόθεν καὶ πᾶν τὸ (παραγγελλόμενον) ἐπιδεχόμενον χάριν τοῦ τὸν πόλεμον διαλύσασθαι καὶ διαπεμπόμενον ὑπὲρ τούτων πρὸς τοὺς στρατηγοὺς καθ’ ἕκαστον ἔτος, τοὺς δὲ Ῥωμαίους ὡσαύτως δυσχρηστουμένους τοῖς ὅλοις διά τε τὸ μηδὲν προκόπτειν ἐν τῷ πολέμῳ μέχρι τῆς Παύλου στρατηγίας καὶ διὰ τὸ τοὺς κατὰ τὴν Αἰτωλίαν μετεώρους ὑπάρχειν, ὑπέλαβεν οὐκ ἀδύνατον εἶναι τὸ συγκαταβῆναι Ῥωμαίους εἰς ἐξαγωγὴν τοῦ πολέμου καὶ διάλυσιν· πρὸς δὲ τὸ μεσιτεῦσαι ταῦτα καὶ συναγαγεῖν ἐνόμισεν αὑτὸν ἐπιτηδειότατον εἶναι. ταῦτα δὲ συλλογισάμενος ἐφ’ ἑαυτοῦ κατεπείραζε τοῦ Περσέως διὰ Κύδα τοῦ Κρητὸς τῷ πρότερον ἔτει πόσου βούλοιτ’ ἂν ὠνήσασθαι τὴν ἐλπίδα ταύτην. (8) ἡ μὲν οὖν καταρχὴ τῆς πρὸς ἀλλήλους ἐπιπλοκῆς δοκεῖ μοι διὰ ταῦτα γεγονέναι· δυεῖν δὲ συγκρινομένων, τοῦ μὲν πανουργοτάτου δοκοῦντος εἶναι, τοῦ δὲ φιλαργυρωτάτου, γελοίαν συνέβαινε γίνεσθαι τὴν διαμάχην αὐτῶν. ὁ μὲν γὰρ Εὐμένης πᾶσαν ἐλπίδα προύτεινε καὶ πᾶν γένος δελέατος ὑπερρίπτει, πεπεισμένος θηρεύσειν τὸν Περσέα ταῖς ἐπαγγελίαις· ὁ δὲ Περσεὺς μακρόθεν ὥρμα πρὸς τὰ προτεινόμενα καὶ συνετίθετο, καταπιεῖν δὲ τῶν λεγομένων οὐδὲν οἷός τ’ ἦν ἐπὶ τοσοῦτον ὥστε καὶ προέσθαι τι τῶν αὑτοῦ. τὸ δὲ γένος τῶν παλαισμάτων ἦν τοιοῦτον. ὁ μὲν γὰρ Εὐμένης ᾔτει τοῦ μὲν ἡσυχίαν ἔχειν κατὰ τὸ τέταρτον ἔτος καὶ μὴ συστρατεῦσαι Ῥωμαίοις μήτε κατὰ γῆν μήτε κατὰ θάλατταν πεντακόσια τάλαντα, τοῦ δὲ διαλῦσαι τὸν πόλεμον χίλια πεντακόσια, καὶ τούτων ὁμήρους δώσειν κατὰ τάχος ὑπισχνεῖτο καὶ πίστεις. ὁ δὲ Περσεὺς ἐδέχετο περὶ τῶν ὁμήρων καὶ πόσα καὶ πότε πέμπεσθαι καὶ πῶς δεήσει ταῦτα τηρεῖσθαι παρὰ τοῖς Κνωσίοις· περὶ δὲ τῶν χρημάτων ὑπὲρ μὲν τῶν πεντακοσίων ταλάντων αἰσχρὸν ἔφησεν εἶναι καὶ τῷ διδόντι καὶ μᾶλλον ἔτι τῷ λαμβάνοντι τὸ δοκεῖν μισθοῦ τὴν ἡσυχίαν ἔχειν, τὰ δὲ χίλια καὶ πεντακόσια πέμψειν φέροντας ἔφη τοὺς περὶ Πολεμοκράτην εἰς Σαμοθρᾴκην κἀκεῖ μεσιτεύσειν. τῆς δὲ Σαμοθρᾴκης αὐτὸς ἦν κύριος· ὁ δ’ Εὐμένης σπουδάζων, καθάπερ οἱ μοχθηροὶ τῶν ἰατρῶν, περὶ τὸ πρόδομα μᾶλλον ἢ περὶ τὸν μισθὸν τέλος ἀπέστη τῆς ἐπιβολῆς, ἀδυνατήσας καταγωνίσασθαι τῇ σφετέρᾳ πανουργίᾳ τὴν τοῦ Περσέως μικρολογίαν. καὶ δὴ τῷ τοιούτῳ τρόπῳ ποιήσαντες ἱερὸν τὸν στέφανον τῆς φιλαργυρίας διελύθησαν ἐπ’ ἴσης, καθάπερ ἀγαθοὶ παλαισταί. τούτων δ’ ἔνια μὲν (ἐξ)ερρύη παρ’ αὐτὸν τὸν καιρόν, ἔνια δὲ μετ’ ὀλίγον εἰς τοὺς παρακειμένους τῷ Περσεῖ φίλους, παρ’ ὧν ἡμῖν ἐξεποίησε πυθέσθαι διότι πάσης κακίας ὡσανεὶ πατταλεῖόν ἐστιν ἡ φιλαργυρία. (9) προστίθημι δ’ ἔτι παρ’ ἐμαυτοῦ τοσοῦτον, μὴ καὶ μωροποιεῖσθαι συμβαίνει τὴν φιλαργυρίαν. τίς γὰρ οὐκ ἂν ἐπισημήναιτο τὴν ἄγνοιαν ἀμφοτέρων τῶν βασιλέων, Εὐμένους μέν, κατὰ τίνα λόγον ἤλπισε τηλικαύτης ἀλλοτριότητος ὑπαρχούσης πιστευθήσεσθαι καὶ προσλήψεσθαι τοσοῦτο πλῆθος χρημάτων, μηδεμίαν δυνάμενος ἱκανὴν πίστιν παρασχέσθαι τῷ Περσεῖ τῆς κομιδῆς τούτων, ἐὰν μὴ βεβαιοῖ τὰς ὑποσχέσεις; πῶς δὲ λαβὼν τοσοῦτο πλῆθος χρημάτων ὑπέλαβε λήσειν Ῥωμαίους; εἰ γὰρ καὶ κατὰ τὸ παρόν, οὐκ ἂν ἔν γε τῷ μετὰ ταῦτα χρόνῳ διέλαθε. λοιπὸν ἔδει πάντως ἀντὶ τῶν διδομένων χρημάτων ἀλλάξασθαι τὴν πρὸς Ῥωμαίους διαφοράν, δι’ ἣν ἔμελλε καὶ τῶν ληφθέντων χρημάτων ἅμα καὶ τῆς ἀρχῆς, σχεδὸν δὲ καὶ τοῦ βίου στερήσεσθαι, πολέμιος φανεὶς Ῥωμαίοις. εἰ γὰρ καὶ νῦν μηδὲν πράξας, ἐπινοήσας δὲ μόνον εἰς τοὺς μεγίστους ἦλθε κινδύνους, τί ποτε παθεῖν αὐτῷ προσῆκεν ἐπὶ τέλος ἀχθείσης τῆς προειρημένης πράξεως; τοῦ δὲ Περσέως πάλιν τίς οὐκ ἂν θαυμάσειε πῶς ἄλλο τι συμφορώτερον ἢ προυργιαίτερον ἐνόμισε τοῦ δοῦναι τὰ χρήματα καὶ καταπιεῖν ἐᾶσαι (τὸν) Εὐμένη τὸ δέλεαρ; εἰ μὲν γὰρ συνήργησέ τι τῶν κατὰ τὰς ἐπαγγελίας καὶ διέλυσε τὸν πόλεμον, εἰς καλὸν ἡ δόσις. εἰ δὲ ταύτης διεψεύσθη τῆς ἐλπίδος, εἴς γε τὴν πρὸς Ῥωμαίους ἔχθραν ὁμολογουμένως ἂν αὐτὸν ἐμβεβλήκει· τοῦ γὰρ εἰς τὸ μέσον ἐνεγκεῖν ταῦτα κύριος ὑπῆρχεν αὐτός. πόσου δὲ τοῦτ’ ἄξιον Περσεῖ καὶ κατορθοῦντι τῷ πολέμῳ καὶ πταίοντι, ῥᾴδιον συλλογίσασθαι· πάντων γὰρ τῶν συμβάντων κακῶν αἴτιον ἐνόμιζεν Εὐμένη γεγονέναι, ὃν οὐκ ἂν ἠδυνήθη κατ’ οὐδένα τρόπον ἀμύνασθαι βέλτιον ἢ πολέμιον ποιήσας Ῥωμαίοις. τίς οὖν αἰτία τῆς οὕτως ἐκφανοῦς ἀλογιστίας; φιλαργυρία· τί γὰρ ἂν ἄλλο τις εἴπειεν; ὁ μὲν γὰρ χάριν τοῦ λαβεῖν τὰ μὴ καθήκοντα πάντα παρεώρα τἄλλα καὶ πάντ’ ἀνεδέχετο ποιήσειν, ὁ δὲ τοῦ μὴ δοῦναι πάντα παθεῖν καὶ πᾶν ὑπεριδεῖν ὑπέμενεν. ἀκολούθως δὲ τούτοις Περσεὺς καὶ τὰ πρὸς Γαλάτας καὶ τὰ πρὸς Γένθιον *** (10) Ὅτι προτεθείσης χειροτονίας τοῖς Ῥοδίοις, ἐνίκων οἷς ἤρεσκε πέμπειν τοὺς πρεσβευτὰς ὑπὲρ τῶν διαλύσεων. καὶ τὴν μὲν Ῥοδίων ἀντιπολιτείαν τοῦτον τὸν τρόπον [ὡς ἐν τῷ περὶ δημηγορίας τέθειται] διέκρινε τὸ διαβούλιον, ἐν ᾧ πλεῖον ἐφάνησαν ἰσχύοντες οἱ τὰ τοῦ Περσέως αἱρούμενοι τῶν σῴζειν σπουδαζόντων τὴν πατρίδα καὶ τοὺς νόμους. οἱ δὲ πρυτάνεις παραχρῆμα πρεσβευτὰς κατέστησαν τοὺς διαλύσοντας τὸν πόλεμον, εἰς μὲν τὴν Ῥώμην Ἁγέπολιν, Διοκλῆ, Κλινόμβροτον, πρὸς δὲ τὸν στρατηγὸν καὶ Περσέα Δάμωνα, Νικόστρατον, Ἁγησίλοχον, Τήλεφον. τούτῳ δ’ ἑξῆς τὸ συνεχὲς ἐξειργάζοντο καὶ προσετίθεσαν, ποιοῦντες ἀναπολόγητον τὴν ἁμαρτίαν· εὐθέως γὰρ εἰς τὴν Κρήτην ἔπεμπον πρεσβευτὰς τοὺς ἀνανεωσομένους πρὸς πάντας Κρηταιεῖς τὰ ὑπάρχοντα φιλάνθρωπα καὶ παρακαλέσοντας βλέπειν τοὺς καιροὺς καὶ τὴν περίστασιν καὶ συμφρονεῖν τῷ δήμῳ καὶ τὸν αὐτὸν ἐχθρὸν αἱρεῖσθαι καὶ φίλον, ὁμοίως δὲ καὶ κατ’ ἰδίαν πρὸς τὰς πόλεις ὑπὲρ τῶν αὐτῶν διαλεχθησομένους.

Presa di Apollonia da parte di Kydonia (170 a.C.): Polyb. XXVIII 14-15

ὅτι οἱ Κυδωνιᾶται κατὰ τὸν καιρὸν τοῦτον ἐποίησαν πρᾶγμα δεινὸν καὶ παράσπονδον ὁμολογουμένως. καίπερ γὰρ πολλῶν τοιούτων γενομένων κατὰ τὴν Κρήτην, ὅμως ἔδοξεν ὑπεραίρειν τὴν συνήθειαν τὸ τότε γενόμενον. ὑπαρχούσης γὰρ αὐτοῖς οὐ μόνον φιλίας, ἀλλὰ συμπολιτείας πρὸς Ἀπολλωνιάτας καὶ καθόλου κοινωνίας πάντων τῶν ἐν ἀνθρώποις νομιζομένων δικαίων, καὶ περὶ τούτων κειμένης ἐνόρκου συνθήκης παρὰ τὸν Δία τὸν Ἰδαῖον, παρασπονδήσαντες τοὺς Ἀπολλωνιάτας κατελάβοντο τὴν πόλιν καὶ τοὺς μὲν ἄνδρας κατέσφαξαν, τὰ δ᾽ ὑπάρχοντα διήρπασαν, τὰς δὲ γυναῖκας καὶ τὰ τέκνα καὶ τὴν πόλιν καὶ τὴν χώραν διανειμάμενοι κατεῖχον. (15) ὅτι κατὰ τὴν Κρήτην δεδιότες Κυδωνιᾶται τοὺς Γορτυνίους διὰ τὸ καὶ τῷ πρότερον ἔτει παρ᾽ ὀλίγον κεκινδυνευκέναι τῇ πόλει τῶν περὶ Νοθοκράτην ἐπιβαλομένων αὐτὴν κατασχεῖν, ἐξέπεμψαν πρέσβεις πρὸς Εὐμένη, βοήθειαν αἰτούμενοι κατὰ τὴν συμμαχίαν. ὁ δὲ βασιλεὺς προχειρισάμενος Λέοντα καὶ στρατιώτας σὺν τούτῳ τριακοσίους ἐξαπέστειλε κατὰ σπουδήν. ὧν παραγενομένων οἱ Κυδωνιᾶται τάς τε κλεῖς τῶν πυλῶν τῷ Λέοντι παρέδωκαν καὶ καθόλου τὴν πόλιν ἐνεχείρισαν.

Presa di Apollonia da parte di Kydonia (170 a.C.): Diod. XXX 13

ὅτι οἱ Κυδωνιᾶται ἐπετελέσαντο πρᾶξιν ἔκνομον καὶ τελέως ἀλλοτριωτάτην τῶν Ἑλληνικῶν νομίμων. ἐν εἰρήνῃ γὰρ ὡς φίλοι πιστευόμενοι καταλαβόντες τὴν τῶν Ἀπολλωνιατῶν πόλιν τοὺς μὲν ἄνδρας ἡβηδὸν ἀνεῖλον, τέκνα δὲ καὶ γυναῖκας διανειμάμενοι κατεῖχον τὴν πόλιν.

Presa di Rhaukos da parte di Knossos e Gortyna (166 a.C. ca.): Polyb. XXX 23.1

ὅτι ἐξεπολέμησαν κατὰ τὸν καιρὸν τοῦτον Κνώσιοι μετὰ Γορτυνίων πρὸς τοὺς Ῥαυκίους καὶ συνθήκας ἐποιήσαντο πρὸς ἀλλήλους ἐνόρκους μὴ πρότερον λύσειν τὸν πόλεμον πρὶν ἢ κατὰ κράτος ἑλεῖν τὴν Ῥαῦκον.

Seconda guerra rodio-cretese (155-153 a.C.): Polyb. XXXIII 16.1-8

ὅτι κατὰ τὸν καιρὸν τοῦτον οἱ Κρηταιεῖς πρεσβευτὰς ἀπέστειλαν πρὸς Ἀχαιοὺς ὑπὲρ βοηθείας (τοὺς περὶ) Ἀντιφάταν Τηλεμνάστου Γορτύνιον, παραπλησίως δὲ καὶ Ῥόδιοι τοὺς περὶ Θευφάνην. (2) οὔσης δὲ τῆς συνόδου τῶν Ἀχαιῶν ἐν Κορίνθῳ, καὶ διαλεγομένων τῶν πρεσβευτῶν ἑκατέρων ὑπὲρ τῆς βοηθείας, ἔρρεπον ταῖς γνώμαις οἱ πολλοὶ μᾶλλον ἐπὶ τοὺς (3) Ῥοδίους, ἐντρεπόμενοι καὶ τὸ τῆς πόλεως ἀξίωμα καὶ (4) τὴν ὅλην αἵρεσιν τῆς πολιτείας καὶ τῶν ἀνδρῶν. εἰς ἃ βλέπων Ἀντιφάτας ἐβουλήθη πάλιν ἐπεισελθεῖν, τοῦ δὲ στρατηγοῦ συγχωρήσαντος ἐχρήσατο λόγοις βαρυτέροις ἢ κατὰ Κρῆτα καὶ σπουδαιοτέροις· (5) καὶ γὰρ ἦν ὁ νεανίσκος οὐδαμῶς Κρητικός, ἀλλὰ πεφευγὼς τὴν (6) Κρητικὴν ἀναγωγίαν. διὸ καὶ συνέβαινε τοὺς Ἀχαιοὺς ἐπιδέχεσθαι τὴν παρρησίαν αὐτοῦ καὶ μᾶλλον ἔτι διὰ (τὸ) τὸν πατέρα τοῦ προειρημένου Τηλέμναστον μετὰ πεντακοσίων Κρητῶν ἐλθόντα συμπεπολεμηκέναι (7) τὸν πρὸς Νάβιν πόλεμον εὐγενῶς αὐτοῖς. πλὴν διακούσαντες οὐδὲν ἧττον ὁρμὴν εἶχον οἱ πολλοὶ τοῖς Ῥοδίοις βοηθεῖν, ἕως Καλλικράτης ὁ Λεοντήσιος ἀναστὰς οὐκ ἔφη δεῖν οὔτε πολεμεῖν οὐδενὶ χωρὶς τῆς Ῥωμαίων γνώμης οὔτε βοήθειαν πέμπειν οὐδενὶ κατ’ (8) οὐδενός. καὶ διὰ ταῦτα κατίσχυσε μένειν ἐπὶ τῶν ὑποκειμένων.

Presa di Siphnos (153-150 a.C. ca.): Diod. XXXI 45

ὅτι οἱ Κρῆτες καταπλεύσαντες εἰς Σίφνον προσέβαλον τῇ πόλει καὶ τὰ μὲν καταπληξάμενοι τὰ δὲ ἐξαπατήσαντες παρεδέχθησαν ἐντὸς τῶν τειχῶν· δόντες δὲ πίστιν ὥστε μηδὲν ἀδικήσειν, χρώμενοι δὲ τῇ συνήθει τοῖς Κρησὶν ἀθεσίᾳ τήν τε πόλιν ἐξηνδραποδίσαντο καὶ τοὺς τῶν θεῶν ναοὺς συλήσαντες εἰς Κρήτην ... κατάγομοι ταῖς ὠφελείαις ὄντες. ταχὺ δὲ τῆς παρανομίας αὐτοῖς τὸ θεῖον ἐπέθηκε τὴν δίκην, παραδόξως τὴν ἀσέβειαν αὐτῶν ἐπισημηναμένου τοῦ δαιμονίου. συναναγκασθέντες γὰρ ὑπὸ τῶν πολεμίων νυκτὸς ποιήσασθαι τὸν ἔκπλουν διὰ τὸ δεδιέναι τὰ μεγέθη τῶν σκαφῶν, μεγάλου πνεύματος ἐπιρράξαντος οἱ πλεῖστοι μὲν ὑποβρύχιοι κατεπόθησαν ὑπὸ τῆς θαλάσσης, τινὲς δὲ ταῖς πρὸς τῇ γῇ πέτραις προσραχθέντες ἀπώλοντο, παντελῶς δὲ ὀλίγοι διεσώθησαν οἱ τῆς κατὰ τοὺς Σιφνίους ἀθεσίας μὴ μετασχόντες.

Intervento di Marco Antonio Cretico (71 a.C.): Diod. XL 1

ὅτι Μάρκος Ἀντώνιος συνθέμενος πρὸς Κρῆτας εἰρήνην ... μέχρι μέν τινος ταύτην ἐτήρουν. μετὰ δὲ ταῦτα προτιθεμένης βουλῆς ὅπως ἂν μάλιστα τῆς ὠφελείας προνοήσαιντο, οἱ πρεσβύτατοι καὶ φρονήσει διαφέροντες συνεβούλευον πρέσβεις ἐκπέμπειν εἰς τὴν Ῥώμην καὶ περὶ τῶν ἐπιφερομένων ἐγκλημάτων ἀπολογεῖσθαι καὶ πειρᾶσθαι τὴν σύγκλητον εὐγνώμοσι λόγοις καὶ δεήσεσιν ἐξιλάσκεσθαι. διόπερ ἀπέστειλαν εἰς τὴν Ῥώμην τριάκοντα πρεσβευτὰς τοὺς ἐπιφανεστάτους ἄνδρας. οὗτοι δὲ κατ’ ἰδίαν περιπορευόμενοι τὰς οἰκίας τῶν συγκλητικῶν καὶ πᾶσαν δεητικὴν προϊέμενοι φωνὴν ἐξεθεράπευον τοὺς τὸ συνέδριον συνέχοντας. εἰσαχθέντες δὲ εἰς τὴν σύγκλητον καὶ περί τε τῶν ἐγκλημάτων ἐμφρόνως ἀπολογησάμενοι τάς τε ἰδίας εὐεργεσίας καὶ συμμαχίας πρὸς τὴν ἡγεμονίαν ἀκριβῶς διελθόντες, ἠξίουν αὐτοὺς εἰς τὴν προγεγενημένην εὔνοιάν τε καὶ συμμαχίαν ἀποκαταστῆναι. ἡ δὲ σύγκλητος ἀσμένως τοὺς λόγους προσδεξαμένη δόγμα ἐπεβάλετο κυροῦν δι’ οὗ τῶν ἐγκλημάτων τοὺς Κρῆτας ἀπολύουσα φίλους καὶ συμμάχους τῆς ἡγεμονίας ἀνηγόρευεν ἄκυρον δὲ τὸ δόγμα ἐποίησε Λέντλος ὁ ἐπικαλούμενος Σπινθήρ. οἱ δὲ Κρῆτες ἀπηλλάγησαν. ἡ δὲ σύγκλητος, περὶ τῶν Κρητῶν πολλάκις λόγου γενομένου ὅτι κοινωνοῦσι τῆς λῃστείας τοῖς πειραταῖς, δόγμα ἔγραψεν ὅπως οἱ Κρῆτες πάντα τὰ πλοῖα ἕως τετρασκάλμου ἀναπέμψωσιν εἰς Ῥώμην καὶ τριακοσίους ὁμήρους δῶσι τοὺς ἐπιφανεστάτους, ἐκπέμψωσι δὲ καὶ Λασθένην καὶ Πανάρην, κοινῇ δὲ πάντες ἐκτίσωσιν ἀργυρίου τάλαντα τετρακισχίλια. οἱ δὲ Κρῆτες πυθόμενοι τὰ δεδογμένα τῇ συγκλήτῳ περὶ τῶν προσηγγελμένων ἐβουλεύοντο. καὶ οἱ μὲν φρονήσει διαφέροντες ἔφρασαν δεῖν πάντα ποιεῖν τὰ προσταττόμενα, οἱ δὲ περὶ τὸν Λασθένην, τοῖς ἐγκλήμασιν ὄντες ἔνοχοι καὶ φοβούμενοι μὴ ἀναπεμφθέντες εἰς τὴν Ῥώμην τιμωρίας τύχωσιν, ἀνέσειον τὰ πλήθη παρακαλοῦντες τὴν ἐξ αἰῶνος παραδεδομένην ἐλευθερίαν διαφυλάττειν.

Pompeo e Metello a Creta (69-67 a.C.): Plut. Pomp. 29

ταῦτα μὲν οὖν οἱ βασκαίνοντες ἔψεγον· τοῖς δὲ περὶ Κρήτην πραχθεῖσι πρὸς Μέτελλον οὐδ’ οἱ πάνυ φιλοῦντες αὐτὸν ἔχαιρον. ὁ γὰρ Μέτελλος, οἰκεῖος ὢν ἐκείνου τοῦ συνάρξαντος ἐν Ἰβηρίᾳ τῷ Πομπηΐῳ, στρατηγὸς εἰς Κρήτην ἐπέμφθη πρότερον ἢ τὸν Πομπήϊον αἱρεθῆναι· δευτέρα γάρ τις ἦν αὕτη τῶν πειρατηρίων πηγὴ μετὰ τὴν ἐν Κιλικίᾳ· καὶ πολλοὺς ἐγκαταλαβὼν (2) ὁ Μέτελλος ἐξῄρει καὶ διέφθειρεν. οἱ δὲ περιόντες ἔτι καὶ πολιορκούμενοι πέμψαντες ἱκετηρίαν ἐπεκαλοῦντο τὸν Πομπήϊον εἰς τὴν νῆσον, ὡς τῆς ἐκείνου μέρος οὖσαν ἀρχῆς καὶ πανταχόθεν ἐμπίπτουσαν εἰς τὸ μέτρον τὸ ἀπὸ θαλάσσης. ὁ δὲ δεξάμενος ἔγραφε τῷ Μετέλλῳ κωλύων τὸν πόλεμον. ἔγραφε δὲ καὶ ταῖς πόλεσι μὴ προσέχειν Μετέλλῳ, καὶ στρατηγὸν ἔπεμψε τῶν ὑφ’ (3) ἑαυτὸν ἀρχόντων ἕνα Λεύκιον Ὀκταούϊον, ὃς συνεισελθὼν εἰς τὰ τείχη τοῖς πολιορκουμένοις καὶ μαχόμενος μετ’ αὐτῶν, οὐ μόνον ἐπαχθῆ καὶ βαρύν, ἀλλὰ καὶ καταγέλαστον ἐποίει τὸν Πομπήϊον, ἀνθρώποις ἀνοσίοις καὶ ἀθέοις τοὔνομα κιχράντα καὶ περιάπτοντα τὴν αὑτοῦ δόξαν ὥσπερ ἀλεξιφάρμακον ὑπὸ φθόνου καὶ φιλοτιμίας (4) τῆς πρὸς τὸν Μέτελλον. οὐδὲ γὰρ τὸν Ἀχιλλέα ποιεῖν ἀνδρὸς ἔργον, ἀλλὰ μειρακίου παντάπασιν ἐμπλήκτου καὶ σεσοβημένου πρὸς δόξαν, ἀνανεύοντα τοῖς ἄλλοις καὶ διακωλύοντα βάλλειν Ἕκτορα, “Μή τις κῦδος ἄροιτο βαλών, ὁ δὲ δεύτερος ἔλθοι·” (5) Πομπήϊον δὲ καὶ σώζειν ὑπερμαχοῦντα τῶν κοινῶν πολεμίων ἐπὶ τῷ τὸν θρίαμβον ἀφελέσθαι στρατηγοῦ πολλὰ πεπονηκότος. οὐ μὴν ἐνέδωκεν ὁ Μέτελλος, ἀλλὰ τούς τε πειρατὰς ἐξελὼν ἐτιμωρήσατο, καὶ τὸν Ὀκταούϊον ἐν τῷ στρατοπέδῳ καθυβρίσας καὶ λοιδορήσας ἀφῆκεν.

Resistenza di Lasthenes (69-67 a.C.): App. Sic. VI

ὅτι Κρήτη ἐξ ἀρχῆς εὐνοϊκῶς ἔχειν ἐδόκει Μιθριδάτῃ βασιλεύοντι Πόντου καὶ [ὑπὲρ] αὐτῷ μισθοφορῆσαι πολεμοῦντι Ῥωμαίοις ἐλέγετο. ἔδοξε δὲ καὶ τοῖς πλεονάσασι τότε λῃσταῖς ἐς χάριν τοῦ Μιθριδάτου συλλαβεῖν καὶ συμμαχῆσαι σαφῶς διωκομένοις ὑπὸ Γαΐου Ἀντωνίου, πρεσβευσαμένου ⟨δὲ⟩ τοῦ Ἀντωνίου πρὸς αὐτοὺς ὑπεριδεῖν (2) καὶ ὑπερηφάνως ἀποκρίνασθαι. καὶ πολεμῆσαι μὲν αὐτοῖς εὐθὺς ἐπὶ τῷδε Ἀντώνιος καὶ οὐ πρᾶξαι καλῶς, χρηματίσαι δ’ ὅμως διὰ τὴν πρᾶξιν Κρητικός. καὶ ἦν ὅδε πατὴρ Μάρκου Ἀντωνίου τοῦ πολεμήσαντος ὕστερον Καίσαρι τῷ (3) κληθέντι Σεβαστῷ περὶ Ἄκτιον. ψηφισαμένων δὲ Ῥωμαίων Κρησὶ πολεμεῖν διὰ τάδε, οἱ Κρῆτες ἐπρέσβευσαν ἐς Ῥώμην (4) περὶ διαλλαγῶν. οἳ δὲ αὐτοὺς ἐκέλευον ἐκδοῦναί τε αὐτοῖς Λασθένη τὸν πολεμήσαντα Ἀντωνίῳ καὶ τὰ σκάφη τὰ λῃστικὰ πάντα παραδοῦναι καὶ ὅσα Ῥωμαίων εἶχον αἰχμάλωτα καὶ ὅμηρα τριακόσια καὶ ἀργυρίου τάλαντα τετρακισχίλια. (5) οὐ δεξαμένων δὲ ταῦτα Κρητῶν ᾑρέθη στρατηγὸς ἐπ’ αὐτοὺς Μέτελλος καὶ νικᾷ μὲν ὁ Μέτελλος ἐν Κυδωνίᾳ Λασθένη, καὶ φυγόντος ἐς Κνωσσὸν Πανάρης Μετέλλῳ τὴν Κυδωνίαν παρέδωκεν ἐπὶ συνθήκῃ μηδὲν παθεῖν αὐτός. Μετέλλου δὲ Κνωσσὸν περικαθημένου, ὁ Λασθένης τὴν οἰκίαν χρημάτων πλήσας κατέφλεξε καὶ διέφυγεν ἀπὸ τῆς (6) Κνωσσοῦ. καὶ οἱ Κρῆτες ἐς Πομπήιον Μάγνον, στρατηγοῦντα τοῦ λῃστικοῦ καὶ Μιθριδατείου πολέμου, πέμψαντες ἔφασαν ἑαυτοὺς ἐλθόντι ἐπιτρέψειν. ὃ δὲ ἀσχόλως τότε ἔχων ἐκέλευε τὸν Μέτελλον, ὡς οὐ δέον ἔτι πολεμεῖν τοῖς ἑαυτοὺς ἐπιτρέπουσιν, ἐξανίστασθαι τῆς νήσου· παραλήψεσθαι γὰρ αὐτὸς αὐτὴν ἐπελθών. (7) ὃ δὲ οὐ φροντίσας ἐπέμεινε τῷ πολέμῳ, μέχρι ὑπηγάγετο αὐτὴν Λασθένει συνθέμενος ὅμοια Πανάρει, καὶ ἐθριάμβευσε καὶ Κρητικὸς ἐκλήθη ὅδε δικαιότερον Ἀντωνίου τὴν νῆσον ἐξεργασάμενος.

Conquista romana di Creta (69-67 a.C.): Liv. Epit. XCIX

Q. Metellus procos. Cnoson et Lyctum et Cydoniam et alias plurimas urbes expugnauit. L. Roscius trib. pl. legem tulit ut equitibus Romanis in theatro XIIII gradus proximi adsignarentur. Cn. Pompeius lege ad populum lata persequi piratas iussus qui commercium annonae intercluserant intra quadragesimum diem toto mari eos expulit, belloque cum his in Cilicia confecto acceptis in deditionem piratis agros et urbes dedit. praeterea res gestas a Q. Metello aduersus Cretenses continet et epistulas Metelli et Cn. Pompei inuicem missas. queritur Q. Metellus gloriam sibi rerum a se gestarum a Pompeio praeripi, qui in Cretam miserit legatum suum ad accipiendas urbium deditiones. Pompeius rationem reddit hoc se facere debuisse.

Conquista romana di Creta (69-67 a.C.): Flor. Epit. I 42

Creticum bellum, si vera volumus, nos fecimus sola vincendi nobilem insulam cupiditate. favisse Mithridati videbatur: hoc placuit armis vindicare. Primus invasit insulam Marcus Antonius, cum ingenti quidem victoriae spe atque fiducia, adeo ut pluris catenas in navibus quam arma portaret. dedit itaque poenas vecordiae. nan plerasque naves intercepere hostes, captivaque corpora religantes velis ac funibus suspendere, ac sic velificantes triumphantium in modum Cretes portibus suis adremigaverunt. Metellus deinde totam insulam igni ferroque populatus intra castella et urbes redegit, Cnoson, Eleuthernas et, ut Graeci dicere solent, urbium matrem, Cydoneam; adeoque saeve in captivos consulebatur, ut veneno se plerique conficerent, alii deditionem suam ad Pompeium absentem mitteret. et cum ille res in Asia gerens, eo quoque praefectum misisset Antonium, in aliena provincia inritus fuit, eoque infestior Metellus in hostes vis victoris exercuit, victisque Lasthene et Panare, Cydoneae ducibus, victor redit. nec quidquam tamen amplius de tam famosa victoria quam cognomen Creticum reportavit.

Conquista romana di Creta (69-67 a.C.): Dio XXXVI 18-19

δυναστείας τε ἐρῶν καὶ τοῖς Κρησὶ τοῖς ὁμολογήσασιν αὐτῷ προσέβαλε, καὶ οὔτε τὰς σπονδὰς προτεινομένων σφῶν ἐφρόντιζε, κακῶσαί τε αὐτοὺς πρὶν τὸν Πομπήιον ἐπελθεῖν ἠπείγετο. ὅ τε γὰρ Ὀκτάουιος ἄνευ δυνάμεως παρών (οὐδὲ γὰρ οὐδὲ ἐπὶ πολέμῳ τινὶ ἀλλ’ ἐπὶ παραλήψει τῶν πόλεων ἐπέπεμπτο) ἡσυχίαν ἦγε· καὶ Κορνήλιος Σισέννας ὁ τῆς Ἑλλάδος ἄρχων ἦλθε μὲν ἐς τὴν Κρήτην, ὡς ταῦτ’ ἐπύθετο, καὶ παρῄνεσε τῷ Μετέλλῳ φείσασθαι τῶν δήμων, οὐ μέντοι καὶ ἀντέπραξέ τι μὴ πείσας. ἄλλοις τε οὖν πολλοῖς ἐκεῖνος ἐλυμήνατο, καὶ Ἐλευθέραν τὴν πόλιν ἐκ προδοσίας ἑλὼν ἠργυρολόγησε· πύργον γάρ τινα οἱ προδιδόντες ἔκ τε πλίνθων πεποιημένον καὶ μέγιστον δυσμαχώτατόν τε ὄντα ὄξει συνεχῶς νυκτὸς διέβρεξαν, ὥστε θραυστὸν γενέσθαι. καὶ μετὰ τοῦτο Λάππαν, καίτοι τοῦ Ὀκταουίου αὐτὴν κατέχοντος, ἐκ προσβολῆς εἷλε, καὶ ἐκεῖνον μὲν οὐδὲν κακὸν εἰργάσατο, τοὺς δὲ δὴ (19) Κίλικας τοὺς σὺν αὐτῷ ὄντας ἔφθειρεν. ἀγανακτήσας οὖν ἐπὶ τούτῳ ὁ Ὀκτάουιος οὐκέθ’ ἡσύχασεν, ἀλλὰ πρότερον μὲν τῷ τοῦ Σισέννου στρατῷ (νοσήσας γὰρ ἐκεῖνος ἐτεθνήκει) χρώμενος ἐπεβοήθει πῃ τοῖς κακουμένοις, ἔπειτα δ’ ἀνακομισθέντων αὐτῶν πρός τε τὸν Ἀριστίωνα ἐς Ἱεράπυδνα ἦλθε καὶ μετ’ αὐτοῦ ἐπολέμει· οὗτος γὰρ ὡς τότε ἐκ τῆς Κυδωνίας ἀπεχώρησε Λούκιόν τέ τινα Βάσσον ἀνταναχθέντα οἱ ἐνίκησε καὶ τὰ Ἱεράπυδνα κατέλαβε. καὶ χρόνον μέν τινα ἐκαρτέρησαν, τοῦ δὲ δὴ Μετέλλου ἐπιόντος σφίσι τό τε τεῖχος ἐξέλιπον, καὶ ἐξαναχθέντες χειμῶνί τε ἐχρήσαντο καὶ ἐς τὴν γῆν ἐκπεσόντες συχνοὺς ἀπέβαλον. κἀκ τούτου ὁ Μέτελλος πᾶσαν τὴν νῆσον ἐχειρώσατο. Κρῆτες μὲν οὖν οὕτως, ἐλεύθεροί τε πάντα τὸν ἔμπροσθεν χρόνον γενόμενοι καὶ δεσπότην ὀθνεῖον μηδένα κτησάμενοι, κατεδουλώθησαν· Μέτελλος δὲ τὴν μὲν ἐπίκλησιν ἀπ’ αὐτῶν ἔλαβε, τὸν δὲ δὴ Πανάρη τόν τε Λασθένη (καὶ γὰρ ἐκεῖνον εἷλεν) οὐκ ἠδυνήθη πέμψαι ἐν τοῖς ἐπινικίοις· ὁ γὰρ Πομπήιος ἀναπείσας τῶν δημάρχων τινὰ προαφείλετο αὐτοὺς ὡς καὶ ἑαυτῷ κατὰ τὴν ὁμολογίαν, ἀλλ’ οὐκ ἐκείνῳ προσχωρήσαντας.

Creta e i triumviri (60 a.C.): App. Bell.Civ. III 1.8, V 1.2

III 1.8: ἐν καιρῷ δὲ αὐτοὶ τὸν Ἀντώνιον τοῖς ἀμφὶ τὸν Κάσσιον ἀντῄτουν ἕτερα ἔθνη, καὶ ἐδόθη Κυρήνη τε καὶ Κρήτη, ὡς δ’ ἑτέροις δοκεῖ, τάδε μὲν ἀμφότερα Κασσίῳ, Βιθυνία δὲ Βρούτῳ.

V 1.2: προσλαβόντες δὲ καὶ Λέπιδον μεθ’ ἑτέρας δυνάμεως, ἣ Βρούτῳ καθίστατο Κρήτην, πρὸς Μοῦρκον καὶ Δομίτιον Ἀηνόβαρβον ἐπὶ μεγάλης δυνάμεως ὄντας ἐς τὸν Ἰόνιον διέπλεον.

Mercenari cretesi e Cesare (59-44 a.C.): Diod. XXXVII 18

ὅτι Κρὴς ὁ ἐλθὼν πρὸς Ἰούλιον τὸν ὕπατον ἐπὶ προδοσίαν εἶπεν, Ἂν δι’ ἐμοῦ κρατήσῃς τῶν πολεμίων, τίνα δώσεις μισθὸν τῆς εὐεργεσίας; ὁ στρατηγὸς εἶπε, Ποιήσω σε πολίτην Ῥωμαῖον καὶ ἔσῃ παρ’ ἐμοὶ τίμιος. ὁ δὲ Κρὴς διαχυθεὶς ἐπὶ τῷ ῥηθέντι, Πολιτεία, φησί, παρὰ Κρησὶν εὐφημούμενός ἐστι λῆρος. τοξεύομεν γὰρ ἡμεῖς ἐπὶ τὸ κέρδος, καὶ πᾶν βέλος ἡμῶν χάριν καὶ ἀργυρίου, νεμόμενοι πᾶσαν χώραν καὶ θάλατταν. διὸ κἀγὼ νῦν ἀργυρίου χάριν ἥκω· τὰ δὲ τῆς πολιτείας τίμια τοῖς περὶ ταύτης νῦν διαφερομένοις παραχώρει, οἵτινες αἵματος ἀγοράζουσι λῆρον περιμάχητον. πρὸς ὃν γελάσας ὁ ἄλλος εἶπε, Γενομένης ἡμῖν τῆς ἐπιβολῆς χαρίσομαί σοι χιλίας δραχμάς.

Kydas di Gortyna (43 a.C. ca.): Cicero Phil. V 13-14

avet animus apud consilium illud pro reo dicere!, Cydam Cretensem, portentum insulae, hominem audacissimum et perditissimum. sed fac non esse; num Latine scit? num est ex iudicum genere et forma? num, quod maximum est, leges nostras moresve novit, num denique homines? Est enim Creta vobis notior quam Roma Cydae. dilectus autem et notatio iudicum etiam in nostris civibus haberi solet; Gortynium vero iudicem quis novit aut quis nosse potuit? Nam Lysiaden Atheniensem plerique novimus; est enim Phaedri, philosophi nobilis, filius, homo praeterea festivus, ut ei cum Curio consessore eodemque conlusore facillume possit convenire. (14) quaero igitur: Si Lysiades citatus iudex non responderit excuseturque Areopagites esse nec debere eodem tempore Romae et Athenis res iudicare, accipietne excusationem is, qui quaestioni praeerit, Graeculi iudicis modo palliati, modo togati? An Atheniensium antiquissimas leges negleget? Qui porro ille consessus, di boni! Cretensis iudex, isque nequissimus. quem ad modum ad hunc reus alleget, quo modo accedat? Dura natio est. at Athenienses misericordes. puto ne Curium quidem esse crudelem, qui periculum fortunae cotidie facit. sunt item lecti iudices, qui fortasse excusabuntur; habent enim legitimam excusationem, exsilii causa solum vertisse nec esse postea restitutos.

Cessione da parte di Ottaviano di terreni di Knossos a Campani di Capua (36 a.C.): Dio XLIX 14.4-5

ἐπειδὴ γὰρ οὐκ ἐξήρκεσεν ἡ ἐν τῷ δημοσίῳ ἔτι τότε οὖσα, προσεξεπρίατο ἄλλην τε καὶ παρὰ Καμπανῶν τῶν ἐν τῇ Καπύῃ οἰκούντων συχνήν (καὶ γὰρ ἐποίκων ἡ πόλις πολλῶν ἐδεῖτο), καὶ αὐτοῖς τό τε ὕδωρ τὸ Ἰούλιον ὠνομασμένον, ἐφ’ ᾧ καὶ τὰ μάλιστα διὰ πάντων ἀγάλλονται, τήν τε χώραν τὴν Κνωσίαν, ἣν καὶ νῦν ἔτι καρποῦνται, ἀντέδωκε.

Possedimenti tolemaici a Creta (34 a.C. ca.): Dio XLIX 32.4-5

ἐπὶ δὲ δὴ τῇ Κλεοπάτρᾳ μεγάλως διεβλήθη, ὅτι τε παῖδας ἐξ αὐτῆς, πρεσβυτέρους μὲν Ἀλέξανδρον καὶ Κλεοπάτραν ῾καὶ δίδυμοι γὰρ ἐτέχθησαν᾽ νεώτερον δὲ Πτολεμαῖον (5) τὸν καὶ Φιλάδελφον ἐπικληθέντα, ἀνείλετο, καὶ ὅτι πολλὰ μὲν τῆς Ἀραβίας τῆς τε Μάλχου καὶ τῆς τῶν Ἰτυραίων ῾τὸν γὰρ Λυσανίαν, ὃν αὐτὸς βασιλέα σφῶν ἐπεποιήκει, ἀπέκτεινεν ὡς τὰ τοῦ Πακόρου πράξαντἀ, πολλὰ δὲ καὶ τῆς Φοινίκης τῆς τε Παλαιστίνης, Κρήτης τέ τινα καὶ Κυρήνην τήν τε Κύπρον αὐτοῖς ἐχαρίσατο.

Concessione da parte di Ottaviano di autonomia a Kydonia e Lappa (31/30 a.C. ca.): Dio LI 2.3-4

Κυδωνιάτας τε καὶ Λαμπαίους ἐλευθέρους ἀφῆκεν, ὅτι τινὰ αὐτῷ συνήραντο· καὶ τοῖς γε Λαμπαίοις (4) καὶ τὴν πόλιν ἀνεστῶσαν συγκατῴκισε. τῶν τε βουλευτῶν καὶ τῶν ἱππέων τῶν τε ἄλλων τῶν κορυφαίων τῶν συμπραξάντων τι τῷ Ἀντωνίῳ πολλοὺς μὲν χρήμασιν ἐζημίωσε, πολλοὺς δὲ καὶ ἐφόνευσε, καί τινων καὶ ἐφείσατο.

Costituzione della provincia di Creta e Cirene (27 a.C.): Dio LIII 12.4

καὶ ἐνομίσθη διὰ ταῦτα ἡ μὲν Ἀφρικὴ καὶ ἡ Νουμιδία ἥ τε Ἀσία καὶ ἡ Ἑλλὰς μετὰ τῆς Ἠπείρου, καὶ τὸ Δελματικὸν τό τε Μακεδονικὸν καὶ Σικελία, Κρήτη τε μετὰ Λιβύης τῆς περὶ Κυρήνην καὶ Βιθυνία μετὰ τοῦ προσκειμένου οἱ Πόντου, Σαρδώ τε καὶ Βαιτικὴ τοῦ τε δήμου καὶ τῆς γερουσίας εἶναι.

Culti

Diktynna e Britomartis: Diod. V 76.3-4

Βριτόμαρτιν δὲ τὴν προσαγορευομένην Δίκτυνναν μυθολογοῦσι γενέσθαι μὲν ἐν Καινοῖ τῆς Κρήτης ἐκ Διὸς καὶ Κάρμης τῆς Εὐβούλου τοῦ γεννηθέντος ἐκ Δήμητρος· ταύτην δ᾽ εὑρέτιν γενομένην δικτύων τῶν εἰς κυνηγίαν προσαγορευθῆναι Δίκτυνναν, καὶ τὰς μὲν διατριβὰς ποιήσασθαι μετὰ τῆς Ἀρτέμιδος, ἀφ᾽ ἧς αἰτίας ἐνίους δοκεῖν τὴν αὐτὴν εἶναι Δίκτυννάν τε καὶ Ἄρτεμιν, θυσίαις δὲ καὶ ναῶν κατασκευαῖς τετιμῆσθαι παρὰ τοῖς Κρησὶ τὴν θεὸν ταύτην. (4) τοὺς δ᾽ ἱστοροῦντας αὐτὴν ὠνομάσθαι Δίκτυνναν ἀπὸ τοῦ συμφυγεῖν εἰς ἁλιευτικὰ δίκτυα, διωκομένην ὑπὸ Μίνω συνουσίας ἕνεκα, διημαρτηκέναι τῆς ἀληθείας· οὔτε γὰρ τὴν θεὸν εἰς τοιαύτην ἀσθένειαν ἐλθεῖν πιθανὸν ὑπάρχειν ὥστε προσδεηθῆναι τῆς παρ᾽ ἀνθρώπων βοηθείας, τοῦ μεγίστου τῶν θεῶν οὖσαν θυγατέρα, οὔτε τῷ Μίνῳ δίκαιον προσάπτειν τοιαύτην ἀσέβειαν, παραδεδομένῳ συμφώνως δικαίαν προαίρεσιν καὶ βίον ἐπαινούμενον ἐζηλωκέναι.

Diktynna e Britomartis: Paus. II 30.3

ἐν Αἰγίνῃ δὲ πρὸς τὸ ὄρος τοῦ Πανελληνίου Διὸς ἰοῦσιν, ἔστιν Ἀφαίας ἱερόν, ἐς ἣν καὶ Πίνδαρος ᾆσμα Αἰγινήταις ἐποίησε. φασὶ δὲ οἱ Κρῆτες - τούτοις γάρ ἐστι τὰ ἐς αὐτὴν ἐπιχώρια - Καρμάνορος τοῦ καθήραντος Ἀπόλλωνα ἐπὶ φόνῳ τῶ Πύθωνος παῖδα Εὔβουλον εἶναι, Διὸς δὲ καὶ Κάρμης τῆς Εὐβούλου Βριτόμαρτιν γενέσθαι· χαίρειν δὲ αὐτὴν δρόμοις τε καὶ θήραις καὶ Ἀρτέμιδι μάλιστα φίλην εἶναι· Μίνω δὲ ἐρασθέντα φεύγουσα ἔρριψεν ἑαυτὴν ἐς δίκτυα ἀφειμένα ἐπ᾽ ἰχθύων θήρᾳ. ταύτην μὲν θεὸν ἐποίησεν Ἄρτεμις, σέβουσι δὲ οὐ Κρῆτες μόνον ἀλλὰ καὶ Αἰγινῆται, λέγοντες φαίνεσθαί σφισιν ἐν τῇ νήσῳ τὴν Βριτόμαρτιν. ἐπίκλησις δέ οἱ παρά τε Αἰγινήταις ἐστὶν Ἀφαία καὶ Δίκτυννα ἐν Κρήτῃ.

Diktynna e Britomartis: Call. hymn. III 110-205

(110) Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι
ἔντεα καὶ ζώνη, χρύσεον δ᾽ ἐζεύξαο δίφρον,
ἐν δ᾽ ἐβάλευ χρύσεια, θεή, κεμάδεσσι χαλινά.
ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατ᾽ ἀείρειν;
Αἵμῳ ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ
(115) ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα.
ποῦ δ᾽ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης;
Μυσῷ ἐν Οὐλύμπῳ, φάεος δ᾽ ἐνέηκας ἀυτμὴν
ἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί.
ποσσάκι δ᾽ ἀργυρέοιο, θεή, πειρήσαο τόξου;
(120) πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν,
τὸ τρίτον αὖτ᾽ ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτ᾽ ἐπὶ δὴν
ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέας
οἵ τε περὶ ξείνους ἀλιτήμονα πολλά τέλεσκον,
σχέτλιοι· οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν·
(125) κτήνεά φιν λοιμὸς καταβόσκεται, ἔργα δὲ πάχνη,
κείρονται δὲ γέροντες ἐφ᾽ υἱάσιν, αἱ δὲ γυναῖκες
ἢ βληταὶ θνῄσκουσι λεχωίδες ἠὲ φυγοῦσαι
τίκτουσιν τῶν οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη.
οἷς δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι,
(130) κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλη
τετραπόδων, εὖ δ᾽ ὄλβος ἀέξεται· οὐδ᾽ ἐπὶ σῆμα
ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν·
οὐδὲ διχοστασίη τρώει γένος, ἥ τε καὶ εὖ περ
οἴκους ἑστηῶτας ἐσίνατο· ταὶ δὲ θυωρὸν
(135) εἰνάτερες γαλόῳ τε μίαν περὶ δίφρα τίθενται.
πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής,
εἴην δ᾽ αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή·
τῇ ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή,
ἐν δὲ καὶ Ἀπόλλων, ἐν δ᾽ οἵ σεο πάντες ἄεθλοι,
(140) ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τέ σε ῥεῖα
θηητὴν φορέουσιν, ὅτ᾽ ἐς Διὸς οἶκον ἐλαύνεις.
ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῇσι δέχονται
ὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλων
θηρίον ὅττι φέρῃσθα· πάροιθέ γέ, πρίν περ ἱκέσθαι
(145) καρτερὸν Ἀλκεΐδην· νῦν δ᾽ οὐκέτι τοῦτον ἄεθλον
Φοῖβος ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων
ἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσα
νεῖαι πῖον ἔδεσμα· θεοὶ δ᾽ ἐπὶ πάντες ἐκείνῳ
ἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή,
(150) ταῦρον ὅτ᾽ ἐκ δίφροιο μάλα μέγαν ἢ ὅ γε χλούνην
κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα·
κερδαλέῳ μύθῳ σε, θεή, μάλα τῷδε πινύσκει
βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθὸν
ὡς ἐμὲ κικλήσκωσιν. ἔα πρόκας ἠδὲ λαγωοὺς
(155) οὔρεα βόσκεσθαι· τί δέ κεν πρόκες ἠδὲ λαγωοὶ
ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται.
καὶ βόες ἀνθρώποισι κακὸν μέγα· βάλλ᾽ ἐπὶ καὶ τούς.’
ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο.
οὐ γὰρ ὅ γε Φρυγίῃ περ ὑπὸ δρυὶ γυῖα θεωθεὶς
(160) παύσατ᾽ ἀδηφαγίης· ἔτι οἱ πάρα νηδὺς ἐκείνη,
τῇ ποτ᾽ ἀροτριόωντι συνήντετο Θειοδάμαντι.
σοὶ δ᾽ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσας
ψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαι
Ἥρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν
(165) ὠκύθοον τριπέτηλον, ὃ καὶ Διὸς ἵπποι ἔδονσιν·
ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο
ὕδατος, ὄφρ᾽ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.
αὐτὴ δ᾽ ἐς πατρὸς δόμον ἔρχεαι· οἱ δέ σ᾽ ἐφ᾽ ἕδρην
πάντες ὁμῶς καλέουσι· σὺ δ᾽ Ἀπόλλωνι παρίζεις.
(170) ἡνίκα δ᾽ αἱ νύμφαι σε χορῷ ἔνι κυκλώσονται
ἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖο
ἢ Πιτάνης ῾καὶ γὰρ Πιτάνη σέθεν᾽ ἢ ἐνὶ Λίμναις,
ἢ ἵνα, δαῖμον, Ἀλὰς Ἀραφηνίδας οἰκήσονσα
ἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δ᾽ εἴπαο τέθμια Ταύρων,
(175) μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦ
τετράγυον τέμνοιεν ὑπ᾽ ἀλλοτρίῳ ἀροτῆρι·
ἦ γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαι
κόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶεν
εἰναετιζόμεναι κεραελκέες, αἳ μέγ᾽ ἄρισται
(180) τέμνειν ὦλκα βαθεῖαν· ἐπεὶ θεὸς οὔποτ᾽ ἐκεῖνον
ἦλθε παρ᾽ Ἠέλιος καλὸν χορόν, ἀλλὰ θεῆται
δίφρον ἐπιστήσας, τὰ δὲ φάεα μηκύνονται.
τίς δέ νύ τοι νήσων, ποῖον δ᾽ ὄρος εὔαδε πλεῖστον,
τίς δὲ λιμήν, ποίη δὲ πόλις; τίνα δ᾽ ἔξοχα νυμφέων
(185) φίλαο, καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας;
εἰπέ, θεή, σὺ μὲν ἄμμιν, ἐγὼ δ᾽ ἑτέροισιν ἀείσω.
νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη,
Τηύγετον δ᾽ ὀρέων, λιμένες γε μὲν Εὐρίποιο.
ἔξοχα δ᾽ ἀλλάων Γορτυνίδα φίλαο νύμφην,
(190) ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον· ἧς ποτε Μίνως
πτοιηθεὶς ὑπ᾽ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.
ἡ δ᾽ ὁτὲ μὲν λασίῃσιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη,
ἄλλοτε δ᾽ εἱαμενῇσιν· ὁ δ᾽ ἐννέα μῆνας ἐφοίτα
παίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν,
(195) μέσφ᾽ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντον
πρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήων
δίκτυα, τά σφ᾽ ἐσάωσαν· ὅθεν μετέπειτα Κύδωνες
νύμφην μὲν Δίκτυναν, ὄρος δ᾽ ὅθεν ἥλατο νύμφη
Δικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμοὺς
(200) ἱερά τε ῥέζουσι· τὸ δὲ στέφος ἤματι κείνῳ
ἢ πίτυς ἢ σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι·
δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος
τῆς κούρης, ὅτ᾽ ἔφευγεν· ὅθεν μέγα χώσατο μύρτῳ.
Οὖπι ἄνασσ᾽ εὐῶπι φαεσφόρε, καὶ δὲ σὲ κείνγς
(205) Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης.

Agamennone sacrifica a Polyrrhenia: Zen. V 50

οἱ Κρῆτες τὴν θυσίαν· Ἀγαμέμνων, ὥς φασι, χειμασθεὶς κατηνέχθη εἰς Κρήτην καὶ ἀναβὰς εἰς τὸ Πολυρρήνιον θυσίαν ἐπετέλει. ἐν τούτῳ δὲ οἱ αἰχμάλωτοι τὰς ναῦς ἐνέπρησαν· οὗ ἀπαγγελθέντος αὐτῷ, μεσούσης τῆς θυσίας, τὸ μὲν καιόμενον ἱερεῖον καταλιπεῖν λέγεται, ἐλθεῖν δὲ πρὸς θάλασσαν ταραχθέντα, καὶ μίαν μόλις εὑρόντα ναῦν, ἐπ’αὐτῆς ἀναχθῆναι, πολλὰ καταρασάμενον τοῖς τὴν χώραν οἰκοῦσιν. ὅθεν εἴ ποτε ταραχώδης θυσία γένοιτο, Κρητικὴν καλεῖσθαι.

Herakles a Kydonia: Paus. VI 21.6

ἱδρύσασθαι δὲ τῇ θεῷ τὸ ἱερὸν Κλύμενόν φασιν ἀπόγονον Ἡρακλέους τοῦ Ἰδαίου, παραγενέσθαι δὲ αὐτὸν ἀπὸ Κυδωνίας τῆς Κρητικῆς καὶ τοῦ Ἰαρδάνου ποταμοῦ.

Akakallis a Elyros: Paus. X 16.5

ἔστι δὲ ἐν τοῖς Κρητικοῖς ὄρεσι καὶ κατ’ ἐμὲ ἔτι Ἔλυρος πόλις· οὗτοι οὖν αἶγα χαλκῆν ἀπέστειλαν ἐς Δελφούς, δίδωσι δὲ νηπίοις ἡ αἲξ Φυλακίδῃ καὶ Φιλάνδρῳ γάλα· παῖδας δὲ αὐτοὺς οἱ Ἐλύριοί φασιν Ἀπόλλωνός τε εἶναι καὶ Ἀκακαλλίδος νύμφης, συγγενέσθαι δὲ τῇ Ἀκακαλλίδι Ἀπόλλωνα ἐν πόλει Τάρρᾳ καὶ οἴκῳ Καρμάνορος.

Asklepieion di Lebena: Paus. II, 26.9

ἀπὸ δὲ τοῦ Περγαμηνῶν Σμυρναίοις γέγονεν ἐφ᾽ ἡμῶν Ἀσκληπιεῖον τὸ ἐπὶ θαλάσσῃ. τὸ δ᾽ ἐν Βαλάγραις ταῖς Κυρηναίων ἐστὶν Ἀσκληπιὸς καλούμενος Ἰατρὸς ἐξ Ἐπιδαύρου καὶ οὗτος. ἐκ δὲ τοῦ παρὰ Κυρηναίοις τὸ ἐν Λεβήνῃ τῇ Κρητῶν ἐστιν Ἀσκληπιεῖον.

Artemis Rhokkaia: Ael. Nat.Anim. XIV 20, XII 22

XIV 20: ἦν Κρὴς ἁλιεὺς γέρων, καὶ παῖδας νεανίας εἶχε καὶ τούτους ἁλιέας. οὐκοῦν συνηνέχθη τὸν μὲν πρεσβύτην ἱπποκάμπους θηρᾶσαι μετὰ καὶ ἄλλων ἰχθύων, τοὺς δὲ νεανίας δηχθῆναι ὑπὸ κυνὸς λυττώσης, τῷ πρώτῳ δηχθέντι τῶν ἄλλων ἀμυνόντων καὶ τῷ αὐτῷ πάθει περιπεσόντων. οἳ μὲν οὖν ἔκειντο Μηθύμνης τῆς Κρητικῆς πρὸς ταῖς ᾐόσιν (ἔστι δὲ αὕτη κώμη, ὥς φασιν), οἱ δὴ θεώμενοι συνήλγουν τῷ πάθει, καὶ τὴν κύνα ἀποκτεῖναι προσέταττον καὶ τὸ ἧπαρ δοῦναι τοῖς νεανίαις ὡς φάρμακον τοῦ κακοῦ καταφαγεῖν, οἳ δὲ ἐς τῆς Ῥοκκαίας οὕτω καλουμένης Ἀρτέμιδος ἄγειν καὶ αἰτεῖν ἴασιν παρὰ τῆς θεοῦ. ὁ δὲ γέρων, καὶ μάλα ἀδεῶς τε καὶ ἀτρέπτως, ταῦτα μὲν ἐπαινῶν τοὺς συμβουλεύσαντας εἴα, τῶν δὲ ἱπποκάμπων τὰς γαστέρας ἐκκαθάρας καὶ ἐκβαλών, τοὺς μὲν ὤπτησε καὶ ἔδωκεν αὐτοῖς προσενέγκασθαι, τοὺς δὲ συντρίψας εἰς ὄξος καὶ μέλι, καὶ τὰ ἕλκη περιπλάσας τούτοις τὰ τοῦ δήγματος, εἶτα τῆς τῶν νεανιῶν ἐκράτησε λύττης τῷ πόθῳ τοῦ ὕδατος, ὅνπερ οὖν οἱ ἱππόκαμποι αὐτοῖς ὑπεξῆπτον. καὶ τόνδε τὸν τρόπον τοὺς παῖδας ἰάσατο, ὀψὲ μέντοι.

XII 22: ἐν δὲ Κρήτῃ Ῥοκκαίας οὕτως Ἀρτέμιδος καλεῖται νεώς. ἐνταῦθα οἱ κύνες λυττῶσιν ἰσχυρῶς. ἐς ταύτην οὖν ὅταν τὴν νόσον ἐμπέσωσιν, εἶτα μέντοι ἑαυτοὺς ἐκ τῆς ἄκρας ἐπὶ τὴν κεφαλὴν ὠθοῦσιν εἰς τὴν θάλατταν.

Diktynnaion romano: Philostr. V. Apoll. VIII 30

διατρίβειν μὲν γὰρ ἐν τῇ Κρήτῃ τὸν Ἀπολλώνιον μᾶλλον ἢ πρὸ τούτου θαυμαζόμενον, ἀφικέσθαι δ’ ἐς τὸ ἱερὸν τῆς Δικτύννης ἀωρί, φυλακὴ δὲ τῷ ἱερῷ κυνῶν ἐπιτέτακται φρουροὶ τοῦ ἐν αὐτῷ πλούτου, καὶ ἀξιοῦσιν αὐτοὺς οἱ Κρῆτες μήτε τῶν ἄρκτων μήτε τῶν ὧδε ἀγρίων λείπεσθαι, οἱ δ’ οὔθ’ ὑλακτεῖν ἥκοντα σαίνειν τε αὐτὸν προσιόντες, ὡς μηδὲ τοὺς ἄγαν ἐθάδας. οἱ μὲν δὴ τοῦ ἱεροῦ προϊστάμενοι ξυλλαβόντες αὐτὸν ὡς γόητα καὶ λῃστὴν δῆσαι μείλιγμα τοῖς κυσὶ προβεβλῆσθαί τι ὑπ’ αὐτοῦ φάσκοντες, ὁ δ’ ἀμφὶ μέσας νύκτας ἑαυτὸν λῦσαι, καλέσας δὲ τοὺς δήσαντας, ὡς μὴ λάθοι, δραμεῖν ἐπὶ τὰς τοῦ ἱεροῦ θύρας, αἱ δ’ ἀνεπετάσθησαν, παρελθόντος δὲ ἔσω τὰς μὲν θύρας ξυνελθεῖν, ὥσπερ ἐκέκλειντο, βοὴν δὲ ᾀδουσῶν παρθένων ἐκπεσεῖν. τὸ δὲ ᾆσμα ἦν· «στεῖχε γᾶς, στεῖχε ἐς οὐρανόν, στεῖχε». οἷον· «ἴθι ἐκ τῆς γῆς ἄνω».

Santuari di Diktynna in Laconia: Paus. III 12.8, 24.9

12.8: Λακεδαιμονίοις δὲ ἔστι μὲν Ἀπόλλωνος Ἀκρίτα βωμός, ἔστι δ᾽ ἐπονομαζόμενον Γάσηπτον ἱερὸν Γῆς· Ἀπόλλων δὲ ὑπὲρ αὐτὸ ἵδρυται Μαλεάτης. ἐπὶ δὲ τῷ πέρατι τῆς Ἀφεταΐδος, ἐγγύτατα ἤδη τοῦ τείχους, Δικτύννης ἐστὶν ἱερὸν καὶ βασίλειοι τάφοι τῶν καλουμένων Εὐρυπωντιδῶν.

24.9: πρὸς θαλάσσῃ δὲ ἐπὶ ἄκρας ναός ἐστι Δικτύννης Ἀρτέμιδος, καί οἱ κατὰ ἔτος ἕκαστον ἑορτὴν ἄγουσι.

Zeus Hetaireios: Hsch. s.v. Ἑταιρεῖος

Ἑταιρεῖος· Ζεὺς ἐν Κρήτῃ.

Zeus Hetaireios: Suid. s.v. Ἑταιρεῖος

Ἑταιρεῖος· ὁ Ζεὺς παρὰ Κρησί. σημαίνει δὲ καὶ τὸν φίλον.

Varia

Fondazione di Magnesia: Plato Leg. 702c-d, 707e-708a, 712e

702c-d: ἡ γὰρ πλείστη τῆς Κρήτης ἐπιχειρεῖ τινα ἀποικίαν ποιήσασθαι, καὶ προστάττει τοῖς Κνωσίοις ἐπιμεληθῆναι τοῦ πράγματος, ἡ δὲ τῶν Κνωσίων πόλις ἐμοί τε καὶ ἄλλοις ἐννέα· ἅμα δὲ καὶ νόμους τῶν τε αὐτόθι, εἴ τινες ἡμᾶς ἀρέσκουσιν, τίθεσθαι κελεύει, καὶ εἴ τινες ἑτέρωθεν, μηδὲν ὑπολογιζομένους τὸ ξενικὸν αὐτῶν, ἂν βελτίους φαίνωνται. νῦν οὖν ἐμοί τε καὶ (702d) ὑμῖν ταύτην δῶμεν χάριν· ἐκ τῶν εἰρημένων ἐκλέξαντες, τῷ λόγῳ συστησώμεθα πόλιν, οἷον ἐξ ἀρχῆς κατοικίζοντες, καὶ ἅμα μὲν ἡμῖν οὗ ζητοῦμεν ἐπίσκεψις γενήσεται, ἅμα δὲ ἐγὼ τάχ’ ἂν χρησαίμην εἰς τὴν μέλλουσαν πόλιν ταύτῃ τῇ συστάσει.

707e - 708a: ΑΘ. τίς ὁ κατοικιζόμενος ὑμῖν λεὼς ἔσται; πότερον ἐξ ἁπάσης Κρήτης ὁ ἐθέλων, ὡς ὄχλου τινὸς ἐν ταῖς πόλεσιν ἑκάσταις γεγενημένου πλείονος ἢ κατὰ τὴν ἐκ τῆς γῆς τροφήν; οὐ γάρ που τὸν βουλόμενόν γε Ἑλλήνων συνάγετε. καίτοι τινὰς ὑμῖν ἔκ τε Ἄργους ὁρῶ καὶ Αἰγίνης καὶ ἄλλοθεν τῶν Ἑλλήνων εἰς (708a) τὴν χώραν κατῳκισμένους. τὸ δὲ δὴ παρὸν ἡμῖν λέγε πόθεν ἔσεσθαι φῂς στρατόπεδον τῶν πολιτῶν τὰ νῦν; ΚΛ. ἔκ τε Κρήτης συμπάσης ἔοικεν γενήσεσθαι, καὶ τῶν ἄλλων δὲ Ἑλλήνων μάλιστά μοι φαίνονται τοὺς ἀπὸ Πελοποννήσου προσδέξασθαι συνοίκους. καὶ γὰρ ὃ νῦν δὴ λέγεις, ἀληθὲς φράζεις, ὡς ἐξ Ἄργους εἰσίν, καὶ τό γε μάλιστ’ εὐδοκιμοῦν τὰ νῦν ἐνθάδε γένος, τὸ Γορτυνικόν· ἐκ Γόρτυνος γὰρ τυγχάνει ἀπῳκηκὸς ταύτης τῆς Πελοποννησιακῆς.

712e: ΚΛ. πάνυ γὰρ ἀπορῶ τὴν ἐν Κνωσῷ πολιτείαν τούτων τινὰ διισχυριζόμενος εἰπεῖν.

Patria: Plato Rep. 575d

μητρίδα τε, Κρῆτές φασι, καὶ πατρίδα.

Immoralità dei Cretesi: Polyb. IV 8.11

Κρῆτες δὲ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν πρὸς μὲν ἐνέδρας καὶ λῃστείας καὶ κλοπὰς πολεμίων καὶ νυκτερινὰς ἐπιθέσεις καὶ πάσας τὰς μετὰ δόλου καὶ κατὰ μέρος χρείας ἀνυπόστατοι, πρὸς δὲ τὴν ἐξ ὁμολόγου καὶ κατὰ πρόσωπον φαλαγγηδὸν ἔφοδον ἀγεννεῖς καὶ πλάγιοι ταῖς ψυχαῖς.

Legname cretese: Theophr. hist.plant. II 2.2; III 2.6, 3.3-4; IV 1.3

II 2.2: κυπάριττος δὲ παρὰ μὲν τοῖς ἄλλοις ἀπὸ σπέρματος, ἐν Κρήτῃ δὲ καὶ ἀπὸ τοῦ στελέχους, οἷον ἐπὶ τῆς ὀρείας ἐν Τάρρᾳ.

III 2.6: οὐδὲν δ’ ἄτοπον οὐδ’ εἰ ἔνια μὴ οὕτω πάμφορα τῶν ὀρῶν, ἀλλ’ἰδιωτέρας τινὸς ὕλης ἢ πάσης ἢ τῆς πλείστης, οἷον ἐν τῇ Κρήτῃ τὰ Ἰδαῖα· κυπάριττος γὰρ ἐκεῖ.

III 3.3-4: ἔχει δὲ καὶ ταῦτ’ αὖ τινα διαφορὰν ἐν τοῖς ἀνομοίοις τῶν τόπων, ὑπὲρ ὧν ὕστερον λεκτέον· νῦν δὲ διαιρετέον ἕκαστον κατὰ τὰς διαφορὰς τὰς εἰρημένας. Ἀείφυλλα μὲν οὖν ἐστι τῶν ἀγρίων ἃ καὶ πρότερον ἐλέχθη, ἐλάτη πεύκη πίτυς ἀγρία πύξος ἀνδράχλη μίλος ἄρκευθος τέρμινθος φιλύκη ἀφάρκη δάφνη φελλόδρυς κήλαστρον ὀξυάκανθος πρῖνος μυρίκη· τὰ δὲ ἄλλα πάντα φυλλοβολεῖ· πλὴν εἴ τι περιττὸν ἐνιαχοῦ, καθάπερ ἐλέχθη περὶ τῆς ἐν τῇ Κρήτῃ πλατάνου καὶ δρυὸς καὶ εἴ που τόπος τις ὅλως εὔτροφος. (4) κάρπιμα δὲ τὰ μὲν ἄλλα πάντα· περὶ δὲ ἰτέας καὶ αἰγείρου καὶ πτελέας, ὥσπερ ἐλέχθη, διαμφισβητοῦσιν. ἔνιοι δὲ τὴν αἴγειρον μόνην ἀκαρπεῖν φασιν, ὥσπερ καὶ οἱ ἐν Ἀρκαδίᾳ, τὰ δὲ ἄλλα πάντα τὰ ἐν τοῖς ὄρεσι καρποφορεῖν. ἐν Κρήτῃ δὲ καὶ αἴγειροι κάρπιμοι πλείους εἰσί· μία μὲν ἐν τῷ στομίῳ τοῦ ἄντρου τοῦ ἐν τῇ Ἴδῃ, ἐν ᾧ τὰ ἀναθήματα ἀνάκειται, ἄλλη δὲ μικρὰ πλησίον· ἀπωτέρω δὲ μάλιστα δώδεκα σταδίους περί τινα κρήνην Σαύρου καλουμένην πολλαί.

IV 1.3: ἐν Κρήτῃ γοῦν φασιν ἐν τοῖς Ἰδαίοις ὄρεσι καὶ ἐν τοῖς Λευκοῖς καλουμένοις ἐπὶ τῶν ἄκρων ὅθεν οὐδέποτ’ἐπιλείπει χιὼν κυπάριττον εἶναι· πλείστη γὰρ αὕτη τῆς ὕλης καὶ ὅλως ἐν τῇ νήσῳ καὶ ἐν τοῖς ὄρεσιν.

Ethne cretesi: Diod. V 80

τούτων δ’ ἡμῖν διευκρινημένων λείπεται περὶ τῶν ἐπιμιχθέντων ἐθνῶν τοῖς Κρησὶ διελθεῖν. ὅτι μὲν οὖν πρῶτοι κατῴκησαν τὴν νῆσον οἱ προσαγορευθέντες μὲν Ἐτεόκρητες, δοκοῦντες δ’ ὑπάρχειν αὐτόχθονες, προειρήκαμεν· μετὰ δὲ τούτους πολλαῖς γενεαῖς ὕστερον Πελασγοὶ πλανώμενοι διὰ τὰς συνεχεῖς στρατείας καὶ μεταναστάσεις καταντήσαντες εἰς τὴν Κρήτην μέρος τῆς νήσου κατῴκησαν. τρίτον δὲ γένος φασὶ τῶν Δωριέων παραβαλεῖν εἰς τὴν νῆσον ἡγουμένου Τεκτάμου τοῦ Δώρου· τούτου δὲ τοῦ λαοῦ μέρος τὸ μὲν πλέον ἀθροισθῆναι λέγουσιν ἐκ τῶν περὶ τὸν Ὄλυμπον τόπων, τὸ δέ τι μέρος ἐκ τῶν κατὰ τὴν Λακωνικὴν Ἀχαιῶν διὰ τὸ τὴν ἀφορμὴν τὸν Δῶρον ἐκ τῶν περὶ Μαλέαν τόπων ποιῆσαι. τέταρτον δὲ γένος συμμιγῆναί φασιν εἰς τὴν Κρήτην μιγάδων βαρβάρων τῶν διὰ τὸν χρόνον ἐξομοιωθέντων τῇ διαλέκτῳ τοῖς ἐγχωρίοις Ἕλλησι. μετὰ δὲ ταῦτα τοὺς περὶ Μίνω καὶ Ῥαδάμανθυν ἰσχύσαντας ὑπὸ μίαν ἀγαγεῖν συντέλειαν τὰ ἔθνη τὰ κατὰ τὴν νῆσον. τὸ δὲ τελευταῖον μετὰ τὴν κάθοδον τῶν Ἡρακλειδῶν Ἀργεῖοι καὶ Λακεδαιμόνιοι πέμποντες ἀποικίας ἄλλας τέ τινας νήσους ἔκτισαν καὶ ταύτης τῆς νήσου κατακτησάμενοι πόλεις τινὰς ᾤκησαν ἐν αὐταῖς· περὶ ὧν τὰ κατὰ μέρος ἐν τοῖς ἰδίοις χρόνοις ἀναγράψομεν. ἐπεὶ δὲ τῶν τὰ Κρητικὰ γεγραφότων οἱ πλεῖστοι διαφωνοῦσι πρὸς ἀλλήλους, οὐ χρὴ θαυμάζειν ἐὰν μὴ πᾶσιν ὁμολογούμενα λέγωμεν· τοῖς γὰρ τὰ πιθανώτερα λέγουσι καὶ μάλιστα πιστευομένοις ἐπηκολουθήσαμεν, ἃ μὲν Ἐπιμενίδῃ τῷ θεολόγῳ προσσχόντες, ἃ δὲ Δωσιάδῃ καὶ Σωσικράτει καὶ Λαοσθενίδᾳ.

Ethne cretesi: Hom. Od. XIX 172-189

Κρήτη τις γαῖ᾽ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,
καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δ᾽ ἄνθρωποι
πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.
(175) ἄλλη δ᾽ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,
ἐν δ᾽ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,
Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.
τῇσι δ᾽ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως
ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,
(180) πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος
Δευκαλίων δ᾽ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·
ἀλλ᾽ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω
ᾤχεθ᾽ ἅμ᾽ Ἀτρείδῃσιν, ἐμοὶ δ᾽ ὄνομα κλυτὸν Αἴθων,
ὁπλότερος γενεῇ· ὁ δ᾽ ἄρα πρότερος καὶ ἀρείων.
(185) ἔνθ᾽ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.
καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,
ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·
στῆσε δ᾽ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,
ἐν λιμέσιν χαλεποῖσι, μόγις δ᾽ ὑπάλυξεν ἀέλλας.

Ethne cretesi: Etym. M.

Ἐτεόκρητες· Οἱ ὡς ἀληθῶς Κρῆτες, οἱ αὐτόχθονες.

Τριχάϊκες· Ἡσίοδος δὲ διὰ τὸ τριχῇ αὐτοὺς οἰκῆσαι· οἷον, πάντες δὲ τριχάϊκες καλέονται, οὕνεκα τρισσὴν γαῖαν ἑκὰς πάτρης ἐδάσαντο. τρία γὰρ Ἑλληνικὰ ἔθνη τῇ Κρήτῃ ἐπῴκησαν, Πελασγοὶ, Ἀχαιοὶ, Δωριεῖς.

Espressioni idiomatiche su Creta: Hsch.

κρητίζειν· ἐπὶ τοῦ ψεύδεσθαι καὶ ἀπατᾶν. ἔταττον δὲ τὴν λέξιν ἀπὸ ⟨τοῦ⟩ τοὺς Κρῆτας ψεύστας εἶναι

ὁ Κρὴς τὴν θάλατταν· ὡς Κρητὸς ἐν θαλάττῃ χειμασθέντος, εἶτα προσγαληνιῶσαν αὐτὴν ἰδόντος «Εἴ σε μὴ ᾔδειν, ἐπίστευσα ἂν ὡς ἀληθευούσῃ εἰπόντος».

Espressioni idiomatiche su Creta: Suid.

κρησφύγετα· τὰ πρὸς τοὺς χειμῶνας στενά, καὶ ὀχυρώματα, καὶ καταφυγή. οἱ δέ φασιν, ὅτι Κρηταιεῖς τοὺς νησιώτας ἅμα Μίνῳ τῷ βασιλεῖ θαλασσοκρατοῦντες ἔφυγον εἰς σπήλαιά τινα. ὅθεν ἐκεῖνα ὠνομάσθησαν κρησφύγετα.

κρητίζειν· τὸ ψεύδεσθαι. Ἰδομενεὺς γὰρ ἐπιτραπεὶς τὸν ἀπὸ τῶν λαφύρων χαλκὸν διανεῖμαι τὸν ἄριστον αὑτῷ ἐξείλετο. καὶ ἑτέρα παροιμία· κρητίζειν πρὸς Κρῆτας. ἐπειδὴ ψεῦσται καὶ ἀπατεῶνές εἰσι.

πρὸς Κρῆτα κρητίζων· παροιμία ἐπὶ τῶν μάτην πονούντων. Πολύβιος· ὁ δὲ ἠγνόει τὸ δὴ λεγόμενον πρὸς Κρῆτα κρητίζων.

οἱ Κρῆτες τὴν θυσίαν· παροιμία. εἴ ποτε ταραχώδης θυσία γένηται, Κρητικὴ καλεῖται, παρόσον Ἀγαμέμνων ἐκεῖσε χειμασθεὶς ἔθυεν, ἀναβὰς εἰς τὸ Πολύρρηνον. ἐν τούτῳ δὲ οἱ αἰχμάλωτοι τὰς ναῦς ἐνέπρησαν. ὁ δ’ ὡς ἤκουσε, καταλιπὼν τὰς θυσίας ἦλθεν εἰς τὸν αἰγιαλὸν καὶ μίαν εὑρὼν ναῦν ἀνήχθη εἰς αὐτήν, τοὺς ἐγχωρίους ἐπαρασάμενος.

συγκρητίσαι· τὰ τῶν Κρητῶν φρονῆσαι.

Espressioni idiomatiche su Creta: Etym. M.

κρησφύγετα· Φρούρια τινὰ οὕτω λεγόμενα, ἐν οἷς ἐκρύπτοντο οἱ νησιῶται τὸν Μίνωα φεύγοντες· παρὰ τὸ κριτὴν αὐτῶν εἶναι Κρῆτα. τὸ οὖν κρησφύγετον ἔλεγον σπήλαιον χρήσιμον τοῖς φεύγουσιν εἰς τὸ κρύπτεσθαι.

συγκρητίσαι· Συγκρητίσαι λέγουσιν οἱ Κρῆτες, ὅταν ἔξωθεν αὐτοῖς γένηται πόλεμος· ἐστασίαζον γὰρ ἀεί. δοκοῦσι δὲ πρῶτον ὑπὸ Ῥωμαίων δουλωθῆναι κατὰ τὸν Μιθριδατικὸν πόλεμον· εἷλεν δὲ τὴν νῆσον ὁ κληθεὶς Κρητικὸς διὰ τοῦτο.